previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[79] Σύλλας δὲ τοῖς πρὸς αὐτὸν ἥκουσιν ἀπὸ τῆς βουλῆς ἀπεκρίνατο αὐτὸς μὲν οὔποτε ἀνδράσι τολάδε ἐργασαμένοις ἔσεσθαι φίλος, τῇ πόλει δ᾽ οὐ φθονήσειν χαριζομένῃ τὴν σωτηρίαν αὐτοῖς: ἀσφάλειαν δὲ αὐτὸς μᾶλλον αὐτοῖς ἔφη καὶ τοῖς ἐς αὑτὸν καταφυγοῦσιν ἐς ἀεὶ παρέξειν, στρατὸν ἔχων εὔνουν. δὴ καὶ μάλιστα δῆλος ἐγένετο, ἑνὶ ῥήματι τῷδε, οὐ διαλύσων τὸν στρατόν, ἀλλὰ τὴν τυραννίδα ἤδη διανοούμενος. ᾔτει δ᾽ αὐτοὺς τήν τε ἀξίωσιν καὶ περιουσίαν καὶ ἱερωσύνην καὶ εἴ τι ἄλλο γέρας εἶχεν, ἐντελῆ πάντα ἀποδοθῆναι: καὶ τοὺς περὶ τούτων ἐροῦντας συνέπεμπε τοῖς πρέσβεσιν. οἱ δ᾽ εὐθὺς ἀπὸ τοῦ Βρεντεσίου, Κίνναν τε πυθόμενοι τεθνάναι καὶ τὴν πόλιν ἀδιοίκητον εἶναι, πρὸς τὸν Σύλλαν ἀνέστρεφον ἄπρακτοι. καὶ Σύλλας πέντε Ἰταλοῦ στρατοῦ τέλη καὶ ἱππέας ἑξακισχιλίους, ἄλλους τέ τινας ἐκ Πελοποννήσου καὶ Μακεδονίας προσλαβών, ἅπαντας ἄγων ἐς μυριάδας ἀνδρῶν τέσσαρας, ἐπί τε Πάτρας ἀπὸ τοῦ Πειραιέως καὶ ἐκ Πατρῶν ἐς Βρεντέσιον χιλίαις καὶ ἑξακοσίαις ναυσὶ διέπλει. δεξαμένων δ᾽ αὐτὸν ἀμαχεὶ τῶν Βρεντεσίων, τοῖσδε μὲν ὕστερον ἔδωκεν ἀτέλειαν, ἣν καὶ νῦν ἔχουσιν, αὐτὸς δ᾽ ἀναστήσας τὸν στρατὸν ἦγεν ἐς τὸ πρόσω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
  • Cross-references to this page (2):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: