previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[36] ὧδε δὲ ἀπορῶν καὶ ἐπειγόμενος ἐξοπλίσαι τοὺς πολεμίους καὶ ἐς ἡμᾶς ἀντ᾽ ἐκείνων τὰ ὅπλα μετενεγκεῖν, Ἀμάτιον ἔκτεινα καὶ κατεκάλεσα Πομπήιον, ἵνα τοῖσδε αὖθις ἁλοῦσα βουλὴ πρός με μεταθοῖτο. καὶ οὐδ᾽ ὣς αὐτῇ πιστεύων ἔπεισα Συρίαν αἰτεῖν Δολοβέλλαν, οὐ παρὰ τῆς βουλῆς, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ, καὶ συνέπραξα αἰτοῦντι, ἵνα τοῖς τε σφαγεῦσι Δολοβέλλας ἐχθρὸς ἀντὶ φίλου γένοιτο καὶ τοῖς βουλευταῖς αἰσχρὸν μετὰ Δολοβέλλαν ἀντειπεῖν ἐμοὶ περὶ Μακεδονίας. οὐ μέντ᾽ ἂν οὐδ᾽ ὥς μοι Μακεδονίαν ἔδοσαν, οὐδ᾽ ἐπὶ Δολοβέλλᾳ, διὰ τὴν ἐν αὐτῇ στρατιάν, εἰ μὴ τὴν στρατιὰν προμεθῆκα τῷ Δολοβέλλᾳ ὡς Συρίαν καὶ τὰ ἐς Πάρθους διαλαχόντι. τοὺς δ᾽ αὖ περὶ τὸν Κάσσιον οὔτε Μακεδονίαν ἀφείλοντο ἂν οὔτε Συρίαν, μὴ ἕτερα αὐτοῖς ἐς ἀσφάλειαν ἀντιλαβόντες ἔθνη. δεῆσαν οὖν ἀντιδοῦναι θεάσασθε, οἷα ἀνθ᾽ οἵων καὶ ὡς στρατοῦ γυμνὰ ἐδόθη, Κυρήνη τε καὶ Κρήτη: ὧν καὶ οἱ ἐχθροὶ καταφρονοῦσιν οὐκ ἀσφαλῶν σφίσιν ὄντων καὶ ἐς τὰ ἀφῃρημένα βιάζονται. οὕτω μὲν δὴ καὶ στρατὸς ἐς Δολοβέλλαν μετενήνεκτο ἀπὸ τῶν ἐχθρῶν τέχναις καὶ μηχαναῖς καὶ ἀντιδόσεσιν ἑτέρων: οὐ γάρ πω τῶν ὅπλων φανέντων ὑπὸ τοῖς νόμοις ἔδει πράσσειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: