previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[44] ταῦτα δ᾽ ὁρῶντες οὓς Καῖσαρ ἐπὶ διαφθορᾷ τῶνδε προπεπόμφει, βιβλία πολλὰ τότε μάλιστα διερρίπτουν ἐς τὸ στρατόπεδον, ἀντὶ τῆς Ἀντωνίου μικρολογίας τε καὶ ὠμότητος ἐς τὴν Καίσαρος μνήμην τοῦ προτέρου καὶ βοήθειαν τοῦ νῦν καὶ χορηγίας δαψιλεῖς μετατίθεσθαι. οὓς Ἀντώνιος μηνύμασι τε μεγάλοις ἐζήτει, καὶ ἀπειλαῖς, εἴ τις ἐπικρύπτοι. οὐδένα δὲ συλλαβὼν ἐχαλέπηνεν ὡς τοῦ στρατοῦ σφᾶς ἐπικρύπτοντος. ἀπαγγελλομένων δὲ καὶ τῶν ἐν ταῖς ἀποικίαις τε καὶ ἐν Ῥώμῃ Καίσαρι πεπραγμένων ἐθορυβεῖτο. καὶ ἐπελθὼν αὖθις ἐπὶ τὸν στρατὸν ἔφη χαλεπῆναι μὲν τῶν γεγονότων ὑπὸ ἀνάγκης στρατιωτικῆς ὀλίγοις ἀντὶ πλεόνων ὧν ἐκόλαζεν νόμος, αὐτοὺς δὲ εἰδέναι σαφῶς οὔτε ὠμὸν οὔτε μικρολόγον Ἀντώνιον. ‘ἀλλ᾽ μὲν φθόνος οἰχέσθω, κεκορεσμένος,’ ἔφη, ‘καὶ τοῖς ἁμαρτήμασι καὶ ταῖς κολάσεσι: τὰς δὲ ἑκατὸν δραχμὰς ὑμῖν οὐ δωρεάν ῾οὐ γὰρ τοῦτό γε τῆς Ἀντωνίου τύχης᾿, ἀλλὰ τῆς πρώτης ἐς ὑμᾶς ἐντεύξεως προσαγορευτικὸν μᾶλλον δωρεὰν ἐκέλευσα δοθῆναι, καὶ χρὴ νόμῳ πατρίῳ τε καὶ στρατιωτικῷ καὶ ἐς τάδε καὶ ἐς πάντα εὐπειθεῖς ὑπάρχειν.’ μὲν οὕτως εἶπεν, οὐδέν τι ἔτι προσθεὶς τῇ δωρεᾷ τοῦ μὴ δοκεῖν στρατηγὸς ἡσσῆσθαι τοῦ στρατοῦ. οἱ δὲ ἐλάμβανον, εἴτε μεταγνόντες εἴτε καὶ δεδιότες. δὲ αὐτῶν τοὺς μὲν ταξιάρχους, εἴτε μηνίων ἔτι τῆς στάσεως εἴθ᾽ ἑτέρως ὑπονοῶν, ἐνήλλασσε, τοὺς δὲ λοιποὺς καὶ τἆλλα ἐν ταῖς χρείαις ἐδεξιοῦτο καὶ προύπεμπεν ἀνὰ μέρος τὴν παραθαλάσσιον ὁδεύειν ἐπὶ Ἀριμίνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: