previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[75] τὰ δ᾽ ἀμφὶ Λυκίαν καὶ Βροῦτον, μικρὰ καὶ τῶν ἀμφὶ τοῦτον ἐς ὑπόμνησιν ἀναλαβόντι ἄνωθεν, ἦν τοιάδε. ἐπειδὴ παρὰ Ἀπουληίου στρατιάν τέ τινα εἰλήφει, ὅσην Ἀπουλήιος εἶχεν, καὶ χρήματα ἐς ἑξακισχίλια καὶ μύρια τάλαντα, ὅσα ἐκ τῶν φόρων τῆς Ἀσίας συνείλεκτο, παρῆλθεν ἐς Βοιωτίαν. ψηφισαμένης δὲ αὐτῷ τῆς βουλῆς τοῖς τε χρήμασιν ἐς τὰ παρόντα χρῆσθαι καὶ Μακεδονίας ἄρχειν καὶ τῆς Ἰλλυρίδος ἐπὶ τῇ Μακεδονίᾳ, τὰ μὲν ἐν τοῖς Ἰλλυριοῖς τρία τέλη τοῦ στρατοῦ παραλαμβάνει, Οὐατινίου τοῦ πρότερον ἄρχοντος Ἰλλυριῶν παραδόντος, ἓν δὲ ἐκ Μακεδονίας ἀφείλετο Γάιον, τὸν ἀδελφὸν Ἀντωνίου. τέσσαρα δὲ ἐπὶ τούτοις ἄλλα συναγαγὼν ὀκτὼ τὰ πάντα εἶχε, Γαΐῳ Καίσαρι τὰ πολλὰ αὐτῶν ἐστρατευμένα. εἶχε δὲ καὶ ἱππέων πλῆθος καὶ ψιλοὺς καὶ τοξότας, καὶ τοὺς Μακεδόνας ἐπαινῶν ἐς τὸν Ἰταλικὸν ἤσκει τρόπον. ἀγείροντι δὲ αὐτῷ στρατὸν ἔτι καὶ χρήματα συντυχία Θρᾴκιος τοιάδε γίγνεται. Πολεμοκρατία, γυνή τινος τῶν βασιλίσκων, ἀναιρεθέντος αὐτῇ τοῦ ἀνδρὸς ὑπὸ ἐχθρῶν δείσασα περὶ τῷ παιδὶ ἔτι ὄντι μειρακίῳ, ἧκεν αὐτὸν φέρουσα καὶ ἐνεχείρισε Βρούτῳ, ἐνεχείρισε δὲ καὶ τοὺς τοῦ ἀνδρὸς θησαυρούς. δὲ τὸν μὲν παῖδα Κυζικηνοῖς ἀνατρέφειν παρέδωκε, μέχρι σχολάσειεν ἐπὶ τὴν βασιλείαν καταγαγεῖν, ἐν δὲ τοῖς θησαυροῖς εὗρε παράδοξον χρυσίου τι πλῆθος καὶ ἀργύρου.

καὶ τοῦτο μὲν ἔκοπτε καὶ νόμισμα ἐποίει:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: