This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[77] καὶ αὐτοῖς ὁ Βροῦτος τοὺς μὲν ἐκ μηχανημάτων εἰς τὰ τείχη, τοὺς δὲ ἐκ ποδὸς ἐπῆγεν ἐπὶ τὰς πύλας καὶ πάντας ἐνήλλασσε συνεχῶς. οἱ δὲ ἀκμῆσιν αἰεὶ κεκμηκότες συμφερόμενοι καὶ τετρωμένοι πάντες, ὅμως ὑπέμενον, ἕως σφίσιν αἱ ἐπάλξεις διέμενον. ὡς δὲ καὶ αὗται κατεσύρησαν καὶ οἱ πύργοι διερρώγεσαν, ὑποτοπήσας τὸ ἐσόμενον ὁ Βροῦτος ἐκέλευσε τὰς ἐφέδρους τῶν πυλῶν τάξεις ἀποστῆναι: καὶ οἱ Ξάνθιοι νομίσαντες ἀφυλαξίαν καὶ ἀμέλειαν εἶναι νυκτὸς ἐξέδραμον μετὰ λαμπάδων ἐπὶ τὰ μηχανήματα. ταχὺ δὲ ἐκ συνθήματος αὐτοῖς τῶν Ῥωμαίων ἐπιδραμόντων, συνέφευγον αὖθις ἐς τὰς πύλας: καὶ τῶν φυλάκων αὐτὰς προαποκλεισάντων ὑπὸ δέους, μὴ συνεσπέσοιεν οἱ πολέμιοι, φθόρος ἦν Ξανθίων πολὺς ἀμφὶ ταῖς πύλαις ἀποκεκλεισμένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.