previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[80] ἁλούσης δὲ τῆς πόλεως οἱ Ξάνθιοι ἐς τὰς οἰκίας συνέτρεχον καὶ τὰ φίλτατα σφῶν κατέκαινον, ἑκόντα τὴν σφαγὴν ὑπέχοντα. οἰμωγῆς δὲ γιγνομένης Βροῦτος νομίσας ἁρπαγὴν εἶναι τὸν στρατὸν ἀνεῖργε διὰ κηρύκων: ὡς δὲ ἔγνω τὸ γιγνόμενον, ᾤκτειρεν ἀνδρῶν φρόνημα φιλελεύθερον καὶ σπονδὰς περιέπεμπεν. οἱ δὲ καὶ τοὺς φέροντας ἔβαλλον καὶ τὰ σφέτερα πάντα ἀνελόντες ἐς πυρὰς προνενης μένας ἐν ταῖς οἰκίαις ἐπέθεσαν καὶ τὸ πῦρ ἅψαντες ἑαυτοὺς ἐπικατέσφαξαν. Βροῦτος δὲ τῶν ἱερῶν περισώσας ὅσα ἐδύνατο, μόνους θεράποντας εἷλε Ξανθίων καὶ ἐκ τῶν ἀνδρῶν γύναια ὀλίγα ἐλεύθερα καὶ ἄνδρας οὐδὲ ἐς ἑκατὸν καὶ πεντήκοντα πάντας.

Ξάνθιοι μὲν δὴ τρίτον ὑπὸ σφῶν αὐτῶν ἀπώλλυντο ἐλευθερίας οὕνεκα. καὶ γὰρ ἐπὶ Ἁρπάγου τοῦ Μήδου, Κύρῳ τῷ μεγάλῳ στρατηγοῦντος, ὧδε σφᾶς ἀντὶ δουλοσύνης διέφθειραν, καὶ τάφος Ξανθίοις πόλις ἀνειληθεῖσιν ὑπὸ Ἁρπάγου τότε ἐγένετο: καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ Φιλίππου φασὶν ὅμοια παθεῖν, οὐχ ὑποστάντας οὐδὲ Ἀλεξάνδρῳ μετὰ τοσῆσδε γῆς ἀρχὴν ὑπακοῦσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: