previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[81] Βροῦτος δὲ ἐς Πάταρα ἀπὸ Ξάνθου κατῄει, πόλιν ἐοικυῖαν ἐπινείῳ Ξανθίων, καὶ περιστήσας αὐτοῖς τὸν στρατὸν ἐκέλευσεν ἐς πάντα ὑπακούειν τὰς Ξανθίων συμφορὰς προσδέχεσθαι: προσήγοντό τε αὐτοῖς οἱ Ξάνθιοι ὀδυρόμενοι τὰ σφέτερα καὶ παραινοῦντες ἀμείνονα βουλεύσασθαι. Ξανθίοις δὲ οὐδὲν ἀποκριναμένων πω τῶν Παταρέων, ἐδίδου τὸ λοιπὸν αὐτοῖς τῆς ἡμέρας ἐς σκέψιν καὶ ἀνεχώρει. ἅμα δὲ ἡμέρᾳ προσῆγεν. οἱ δὲ ἀπό τε τῶν τειχῶν ἐβόων ὑπακούειν, ἐς τι βούλοιτο, καὶ τὰς πύλας ἀνεῴγνυον. δ᾽ ἐσελθὼν ἔκτεινε μὲν οὐδένα οὐδ᾽ ἐξήλασε, χρυσὸν δὲ καὶ ἄργυρον, ὅσον πόλις εἶχε, συνενεγκὼν ἐκέλευε καὶ τὸν ἰδιωτικὸν ἑκάστους ἐσφέρειν ὑπὸ ζημίαις καὶ μηνύμασιν, οἵοις καὶ Κάσσιος ἐκήρυξεν ἐν Ῥόδῳ. καὶ οἱ μὲν ἐσέφερον, θεράπων δὲ τὸν δεσπότην ἐμήνυσε χρυσίον κρύψαι καὶ πεμφθέντι λοχαγῷ τὸ χρυσίον ἔδειξεν. ἀγομένων δὲ ἁπάντων μὲν δεσπότης ἐσιώπα, δὲ ἐκείνου μήτηρ περισῴζουσα τὸν υἱὸν εἵπετο, βοῶσα αὐτὴ τὸ χρυσίον κρύψαι. δὲ οἰκέτης, οὐδὲ ἀνερωτώμενος, τὴν μὲν ἤλεγχε ψευδομένην, τὸν δὲ κρύψαντα. καὶ Βροῦτος τὸν μὲν νεανίαν ἀπεδέξατο τῆς σιωπῆς καὶ τὴν μητέρα τοῦ πάθους καὶ μεθῆκεν ἀμφοτέρους ἀπαθεῖς ἀπιέναι τὸ χρυσίον φερομένους, τὸν δὲ οἰκέτην ὡς πέρα τοῦ προστάγματος ἐπιβουλεύσαντα τοῖς δεσπόταις ἐκρέμασε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PATARA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: