This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84] καὶ ὁ Γάιος ἔπεμψε τῷ Καρρίνᾳ διάδοχον Ἀσίνιον Πολλίωνα πολεμεῖν Πομπηίῳ. ὅν τινα πόλεμον αὐτῶν ὁμοίως διαφερόντων, ὅ τε Γάιος Καῖσαρ ἀνῃρέθη καὶ ἡ βουλὴ κατεκάλει Πομπήιον. ὁ δὲ ἐν Μασσαλίᾳ γενόμενος περιεσκόπει ἔτι τὰ ἐν Ῥώμῃ. αἱρεθεὶς δὲ καὶ τῆς θαλάσσης ἄρχειν, καθὰ ἦρχεν αὐτοῦ καὶ ὁ πατήρ, ἐς μὲν τὴν πόλιν οὐδ᾽ ὣς ἀνῆλθεν, ὅσαι δὲ νῆες ἐν τοῖς λιμέσιν ἦσαν, λαβὼν ἐξέπλευσε σὺν αἷς εἶχεν ἀπὸ τῆς Ἰβηρίας. ἐπιγενομένης δὲ τῆς τῶν τριῶν ἀρχῆς ἐς Σικελίαν διέπλευσε καὶ Βιθυνικὸν ἄρχοντα αὐτῆς, οὐ παριέντα οἱ τὴν νῆσον, ἐπολιόρκει, μέχρι προγραφέντες ἐπὶ θανάτῳ καὶ φυγόντες ἐκ Ῥώμης Ἵρτιός τε καὶ Φάννιος ἔπεισαν ἐκστῆναι Πομπηίῳ Βιθυνικὸν Σικελίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.