previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[87] Δεκίδιος δὲ καὶ Νωρβανός οὓς Καῖσαρ καὶ Ἀντώνιος μετὰ ὀκτὼ τελῶν ἐς Μακεδονίαν προεπεπόμφεσαν, ἐκ Μακεδονίας ἐχώρουν ἐπὶ Θρᾴκης τῆς ὀρείου χιλίους καὶ πεντακοσίους σταδίους, μέχρι πόλιν ὑπερβάντες Φιλίππους τὰ στενὰ Κορπίλων καὶ Σαπαίων, τῆς Ῥασκουπόλιδος ὄντα ἀρχῆς, κατέλαβον, μόνῃ διελθεῖν ἔστιν ἐς τὴν Εὐρώπην ἐκ τῆς Ἀσίας τὴν γνώριμον ὁδόν. καὶ τοῦτο τοῖς ἀμφὶ τὸν Κάσσιον, ἐς Σηστὸν ἐξ Ἀβύδου περάσασι, πρῶτον ἀντεκεκρούκει. Ῥασκούπολις δὲ καὶ Ῥάσκος ἤστην ἀδελφὼ Θρᾳκίω βασιλίσκω, μιᾶς ἄρχοντε χώρας, οἳ τότε τῇ γνώμῃ περὶ τῆς συμμαχίας διεφέροντο. καὶ Ῥάσκος μὲν τοῖς ἀμφὶ τὸν Ἀντώνιον συνεμάχει, Ῥασκούπολις δὲ τοῖς ἀμφὶ τὸν Κάσσιον, τρισχιλίους ἱππέας ἔχων ἑκάτερος. πυνθανομένοις δὲ τοῖς ἀμφὶ τὸν Κάσσιον περὶ τῶν ὁδῶν Ῥασκούπολις ἔφη τὴν μὲν δι᾽ Αἴνου καὶ Μαρωνείας ἐπίτομόν τε καὶ συνήθη καὶ λεωφόρον οὖσαν ἐπὶ τὰ Σαπαίων στενὰ ἄγειν, κατεχόντων δὲ αὐτὰ τῶν πολεμίων ἀμήχανα ἐς δίοδον εἶναι, τὴν δὲ περίοδον τριπλασίονά τε καὶ χαλεπήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: