previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[88] οἱ δὲ τοὺς πολεμίους ὑπολαβόντες οὐκ ἐς κώλυσιν μὲν ὁδῶν αὑτοῖς ἀπαντᾶν, τροφῶν δὲ ἀπορίᾳ ἐς Θρᾴκην ἀντὶ Μακεδονίας ὑπερβῆναι, ἐβάδιζον ἐπὶ Λἴνου καὶ Μαρωνείας, ὅθεν ἐπὶ Λυσιμαχείας τε καὶ Καρδίας, αἳ τὸν ἰσθμὸν τῆς Θρᾳκίου χερρονήσου διαλαμβάνουσιν ὥσπερ πύλαι, μετὰ δὲ ἄλλην ἡμέραν ἐς τὸν Μέλανα κόλπον ἀφίκοντο. καὶ τὸν στρατὸν ἐξετάζουσιν αὐτοῖς ἐγένοντο πάντες ὁπλιτῶν ἐννεακαίδεκα τέλη, Βρούτου μὲν ὀκτώ, Κασσίου δὲ ἐννέα, ἐντελὲς οὐδέν, ἀλλ᾽ ἐς δύο που τέλη μάλιστα ἀναπληρούμενα, ὡς γίνεσθαι μυριάδας ὁπλιτῶν ἀμφὶ τὰς ὀκτώ. ἱππέες δὲ ἦσαν Βρούτῳ μὲν Κελτοὶ καὶ Λυσιτανοὶ τετρακισχίλιοι καὶ Θρᾷκες καὶ Ἰλλυριοὶ Παρθηνοὶ καὶ Θεσσαλοὶ δισχίλιοι, Κασσίῳ δὲ Ἴβηρές τε καὶ Κελτοὶ δισχίλιοι καὶ ἱπποτοξόται Ἄραβές τε καὶ Μῆδοι καὶ Παρθυαῖοι τετρακισχίλιοι. σύμμαχοι δὲ εἵποντο βασιλέες καὶ τετράρχαι Γαλατῶν τῶν ἐν Ἀσίᾳ, πεζόν τε ἄγοντες πολὺν ἄλλον καὶ ἱππέας ὑπὲρ πεντακισχιλίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), CA´RDIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: