previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[100] τροφαὶ δέ, δυσπορώτατόν ἐστι στρατοῖς μεγάλοις, ἐκείνοις μὲν οὐκ εἰσί, πλὴν ἐκ μόνης Μακεδονίας, ἔθνους ὀρείου, καὶ Θεσσαλίας, χώρας βραχείας: καὶ τάδε χρὴ κατὰ γῆν αὐτοῖς φέρεσθαι κακοπαθοῦσιν. εἰ δ᾽ ἐκ Λιβύης ἐπάγοιντο Λευκανίας Ἰαπυγίας, διακλείσουσι πάντα Πομπήιός τε καὶ Μοῦρκος καὶ Δομίτιος. ἡμῖν δὲ καὶ εἰσὶ καὶ φέρονται καθ᾽ ἑκάστην ἡμέραν ἀπόνως διὰ θαλάττης ἔκ τε νήσων καὶ ἠπείρων ἁπασῶν, ὅσαι ἀπὸ Θρᾴκης ἐπὶ ποταμὸν Εὐφράτην, καὶ τάδε ἀκωλύτως, οὐδενὸς ἡμῖν ὄντος ὄπισθεν ἐχθροῦ: ὥστ᾽ ἐφ᾽ ἡμῖν ἔσται καὶ ταχύνειν τὸ ἔργον καὶ ἐπὶ σχολῆς ἐκτρύχειν τοὺς πολεμίους λιμῷ. τοσάδε μὲν ὑμῖν καὶ τοιάδε ἐστίν, συστρατιῶται, παρ᾽ ἀνθρωπίνης φροντίδος ἕτοιμα: τὰ δὲ λοιπὰ αὐτοῖς ἀνὰ λόγον ἀπαντήσειε παρά τε ὑμῶν καὶ παρὰ τῶν θεῶν. ἡμεῖς δ᾽ ὑμῖν ἐπὶ τοῖς προτέροις ἀποδόντες ἅπαντα, ὅσα ὑπεσχήμεθα, καὶ τὴν πίστιν ὑμῶν ἀμειψάμενοι πλήθει δωρεῶν, ἀμειψόμεθα καὶ τὸ μεῖζον ἔργον ἀξίως αὐτοῦ κατὰ γνώμην θεῶν. καὶ νῦν δέ, ὅσον ἐς προθυμίαν, ἰοῦσιν ἐπὶ τὸ ἔργον ἤδη, συνόδου τῆσδε καὶ λόγων τῶνδε ἕνεκα, ἐπιδώσομεν εὐθὺς ἀπὸ τοῦδε τοῦ βήματος στρατιώτῃ μὲν χιλίας καὶ πεντακοσίας δραχμὰς Ἰταλικάς, λοχαγῷ δὲ πενταπλάσιον καὶ χιλιάρχῃ δὲ τὸ ἀνάλογον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), EXE´RCITUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: