Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[101] ταῦτα εἰπὼν καὶ παρασκευάσας τὸν στρατὸν ἔργῳ καὶ λόγῳ καὶ δωρεαῖς διέλυε τὴν ἐκκλησίαν. οἱ δὲ ἐπιμένοντες ἐπῄνουν ἐπὶ πλεῖστον αὐτόν τε καὶ Βροῦτον καὶ περὶ σφῶν, ὅσα εἰκὸς ἦν, ὑπισχνοῦντο. οἱ δὲ αὐτοῖς τὴν δωρεὰν αὐτίκα διηρίθμουν καὶ ἕτερα ὑπὲρ αὐτὴν κατὰ προφάσεις πολλὰς τοῖς ἀρίστοις. τοὺς δὲ λαμβάνοντας ἀεὶ κατὰ μέρη προαπέλυον, ἐς Δορίσκον, καὶ αὐτοὶ μετ᾽ ὀλίγον ἐφείποντο. δύο δὲ ἀετοὶ καταπτάντες ἐς τῶν σημείων δύο αἰετοὺς ἀπ᾽ ἀργύρου πεποιημένους, ἐκόλαπτον αὐτοὺς ἤ, ὡς ἑτέροις δοκεῖ, περιέσκεπον: καὶ παρέμενον δημοσίας τε τροφῆς ὑπὸ τῶν στρατηγῶν ἠξιοῦντο, μέχρι πρὸ μιᾶς τῆς μάχης ἡμέρας ἀπέπτησαν. δύο δ᾽ ἡμέραις τὸν Μέλανα κόλπον περιοδεύσαντες ἐς Αἶνον ἀφίκοντο καὶ ἐπὶ Αἴνῳ Δορίσκον τε καὶ ὅσα ἄλλα μέχρι Σερρείου ὄρους παράλια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.