previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[92] ὧν ἴσως ὑμεῖς οὐκ ἀκριβῶς ᾐσθάνεσθε, ἀλλὰ μόνην αὐτοῦ τὴν ἐν τοῖς πολέμοις ἀρετὴν ἑωρᾶτε. νῦν δὲ ῥᾳδίως τε ἂν καὶ ἐκ μόνου τοῦ περὶ ὑμᾶς μέρους καταμάθοιτε. γὰρ δῆμος ὑμεῖς ἐν μὲν τοῖς πολέμοις ὑπακούετε ἐς πάντα ὡς κυρίοις τοῖς στρατηγοῖς, τὸ δὲ κῦρος τόδε ἐν τοῖς εἰρηνικοῖς ἐφ᾽ ἡμῖν ἀντιλαμβάνετε αὐτοί, προβουλευούσης μὲν τῆς βουλῆς, ἵνα μὴ σφαλείητε, κρίνοντες δὲ αὐτοὶ καὶ ψηφιζόμενοι κατὰ φυλὰς λόχους καὶ ἀποφαίνοντες ὑπάτους τε καὶ δημάρχους καὶ στρατηγούς. ἐπὶ δὲ ταῖς χειροτονίαις καὶ τὰ μέγιστα δικάζετε, κολάζοντες τιμῶντες, ὅτε κολάσεως τιμῆς ἀξίως ἄρξαιμεν ὑμῶν. δὲ ἀντίδοσις ἥδε τήν τε ἡγεμονίαν, πολῖται, ἐς εὐδαιμονίαν ἄκραν ὑπερήγαγε καὶ τοὺς ἀξίους ἐτίμησε, καὶ οἱ τετιμημένοι χάριν εἶχον ὑμῖν. ἀπὸ ταύτης τῆς ἐξουσίας ὕπατον ἐποιήσασθε Σκιπίωνα, ὅτε αὐτῷ περὶ Λιβύην ἐμαρτυρήσατε: καὶ δημάρχους ἐποιεῖσθε ἀνὰ ἔτος ἕκαστον, οὓς ἐβούλεσθε, διοισομένους ἡμῖν ὑπὲρ ὑμῶν, εἰ δέοι. καὶ τί μοι καταλέγειν τὰ πολλά, ὅσα ἴστε;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: