previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[94] ἔδει δὲ τὴν μὲν γνώμην γενέσθαι τῶν ἀρίστων, τὸ δὲ ἔργον ὀλίγων. ἐπεὶ δὲ ἐγένετο, αὐτίκα βουλὴ τὴν κοινὴν γνώμην ἐξέφηνε, σαφῶς μὲν ὅτε καὶ γέρα τυραννοκτονικὰ ἐψηφίζοντο εἶναι: ἐπισχόντος δὲ αὐτοὺς Ἀντωνίου καθ᾽ ὑπόκρισιν ἀταξίας καὶ οὐδ᾽ ἡμῶν ἀξιούντων διὰ γέρα τῇ πόλει μᾶλλον δι᾽ αὐτὴν τὴν πατρίδα βοηθεῖν, τοῦδε μὲν ἀπέσχοντο, οὐκ ἐθέλοντες ἐφυβρίζειν τῷ Καίσαρι, ἀλλὰ μόνης τῆς τυραννίδος ἀπηλλάχθαι, ἀμνηστίαν δὲ ἁπάντων ἐψηφίσαντο εἶναι καὶ σαφέστερον ἔτι, φόνου μὴ εἶναι δίκας. καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφ᾽ ἡμῖν δημοκοπήσαντος, βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες; λόγῳ καὶ Πομπήιον τὸν νέον, οὐδὲν μὲν ἐς ταῦτα συνειργασμένον, ὅτι δὲ μόνον Πομπηίου Μάγνου τοῦ πρώτου περὶ τῆς δημοκρατίας ἀγωνισαμένου παῖς καὶ ὅτι μικρὰ τὴν τυραννίδα ἠνώχλει λανθάνων περὶ Ἰβηρίαν, κατεκάλεσέ τε ἐκ τῆς φυγῆς καὶ τὸ τίμημα αὐτῷ τῶν πατρῴων ἐκ τῶν κοινῶν ἔκριναν ἀποδοῦναι χρημάτων καὶ θαλασσοκράτορα ἀπέφηναν, ἵνα κἀκεῖνος ἀρχήν τινα ἔχοι δημοκρατικὸς ὤν. τί δὴ πλέον ἔργον ἔτι τῆς βουλῆς σύμβολον ἐπιζητεῖτε τοῦ κατὰ γνώμην αὐτῆς πάντα πεπρᾶχθαι, πλὴν λόγῳ μόνον ὑμῖν ἔτι ὁμολογῆσαι; καὶ αὐτὸ πράξουσι καὶ ἐροῦσι καὶ λέγοντες ἅμα ὑμᾶς ἀμείψονται μεγάλαις δωρεαῖς, ὅταν εἰπεῖν καὶ ἀμείψασθαι δύνωνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: