previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[95] νῦν μὲν γὰρ ὡς ἔχουσιν, ἴστε. προγράφονται χωρὶς δίκης, καὶ τὰ ὄντα αὐτοῖς δημεύεται, καὶ κτείνονται χωρὶς καταδίκης ἐν οἰκίαις, ἐν στενωποῖς, ἐν ἱεροῖς, ὑπὸ στρατιωτῶν, ὑπὸ θεραπόντων, ὑπὸ ἐχθρῶν, ἐκ μυχῶν ἀνασπώμενοι καὶ διωκόμενοι πανταχῇ, τῶν νόμων τὸν ἐθέλοντα φεύγειν ἐώντων. ἐς δὲ τὴν ἀγοράν, ἐς ἣν οὐδενὸς πολεμίου κεφαλήν, ἀλλὰ ὅπλα μόνα καὶ ἔμβολα νεῶν ἐφέρομεν, ὑπάτων ἄρτι καὶ στρατηγῶν καὶ δημάρχων καὶ ἀγορανόμων καὶ ἱππέων κεφαλαὶ πρόκεινται: καὶ γέρα τούτων ἐστὶ τῶν κακῶν ὡρισμένα. τοῦτο γὰρ ἐπανάστασίς τίς ἐστι πάντων, ὅσα τέως ἦν ὕπουλα, καὶ ἀνδρολήψια αἰφνίδια καὶ μύση ποικίλα γυναικῶν τε καὶ υἱῶν καὶ ἀπελευθέρων καὶ οἰκετῶν. ἐς τοσοῦτον ἤδη καὶ τοὺς τρόπους πόλις ἐπιτέτριπται. καὶ τῶνδε τοῖς πονηροῖς ἡγεμόνες εἰσὶν οἱ τρεῖς ἄνδρες, αὐτοὶ πρὸ τῶν ἄλλων ἀδελφοὺς καὶ θείους καὶ ἐπιτρόπους προγράψαντες. λέγεταί ποτε πρὸς τῶν ἀγριωτάτων βαρβάρων πόλις ἁλῶναι: καὶ οὐδενὸς ἀπέτεμνον οἱ Κελτοὶ κεφαλὰς οὐδὲ ἐνύβριζον ἀνῃρημένοις οὐδὲ πολεμοῦσιν ἔτι λαθεῖν φυγεῖν ἐφθόνουν. οὐδ᾽ αὐτοί πω πόλιν οὐδεμίαν ὧν δορὶ ἐλάβομεν, τοιαῦτα διεθήκαμεν οὐδὲ ἑτέρους ἐπυθόμεθα διαθεῖναι, οἷα νῦν οὐκ ἰδιῶτις πόλις, ἀλλ᾽ ἡγεμονὶς ἀδικεῖται πρὸς τῶν αὐτὴν ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινὰ κεχειροτονημένων. τί τοιοῦτον εἰργάσατο Ταρκύνιος; ὃν διὰ μιᾶς γυναικὸς ὕβριν, ἐξ ἔρωτος γενομένην, βασιλέα τε ὄντα ἐξέβαλον καὶ βασιλεύεσθαι διὰ ἓν ἔργον οὐκέτι ὑπέστησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: