previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[96] καὶ τάδε, πολῖται, πράσσοντες οἱ τρεῖς ἡμᾶς ἐναγεῖς λέγουσι, καί φασι μὲν ἀμύνειν Καίσαρι, προγράφουσι δὲ τοὺς οὐδ᾽ ἐπιδημοῦντας, ὅτε ἀνῃρεῖτο. ὧν καὶ οἵδε εἰσὶν οἱ πλέονες, οὓς ὁρᾶτε, διὰ πλοῦτον γένος γνώμην δημοκρατικῆς διανοίας προγεγραμμένοι. λόγῳ καὶ Πομπήιος μεθ᾽ ἡμῶν προεγράφη, πόρρω μὲν ὢν περὶ Ἰβηρίαν, ὅτε ἡμεῖς ἐδρῶμεν: ὅτι δέ ἐστι δημοκρατικοῦ πατρός, διὰ τὴν αὐτὴν αἰτίαν ὑπὸ μὲν τῆς βουλῆς κατεκλήθη τε καὶ θαλασσοκράτωρ ἐγένετο, ὑπὸ δὲ τῶν τριῶν προεγράφη. τί δὲ γυναῖκες ἐπὶ Καίσαρι συνέγνωσαν αἱ ἐς ἐσφορὰς προγεγραμμέναι; τί δὲ δῆμος μέχρι δέκα μυριάδων τιμᾶσθαι τὰ ὄντα κεκελευσμένος ὑπὸ μηνύμασι καὶ ζημίαις, τέλη καινὰ καὶ ἐσφορὰς ἐπιγράφουσι; καὶ τάδε πράσσοντες οὐδ᾽ ὣς ἀνεπλήρωσαν τοῖς στρατευομένοις σφίσι τὰς δωρεάς. ἡμεῖς δέ, οἷς ἀσεβὲς οὐδὲν εἴργασται, καὶ τὰ ἐπηγγελμένα δεδώκαμεν καὶ ἕτερα ἕτοιμα ἔχομεν ἐς ἀμοιβὰς μείζονας. οὕτως ἡμῖν καὶ τὸ δαιμόνιον, ὡς δίκαια πράσσουσι, συνεπιλαμβάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: