previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[97] ἐπὶ δέ γε τῷ δαιμονίῳ καὶ τὰ πρὸς ἀνθρώπων ὁρᾶν ἔχετε, ἐς τοὺς ὑμῶν πολίτας ἀποβλέποντες, οὓς εἴδετε μὲν στρατηγοῦντας ὑμῶν πολλάκις καὶ ὑπατεύοντας καὶ ἐπαινουμένους, ὁρᾶτε δὲ πρὸς ἡμᾶς ὡς εὐαγεῖς καὶ δημοκρατικοὺς καταπεφευγότας καὶ τὰ ἡμέτερα ᾑρημένους καὶ συνευχομένους ἡμῖν ἐς τὰ λοιπὰ καὶ συναιρομένους. πολὺ γὰρ δικαιότερα ἡμεῖς γέρα τοῖς περισώσασιν αὐτοὺς ἐκηρύξαμεν ὧν ἐκεῖνοι τοῖς ἀναιροῦσιν: οὐδὲ ὁρῶσιν ἡμᾶς Γάιον μέν, ὅτι ἠξίου μόνος ἄρχειν, ἀνῃρηκότας, τοὺς δὲ τὴν ἐκείνου περιποιουμένους ἀρχὴν ὑπερορᾶν μέλλοντας καὶ μὴ ἐς ἑαυτούς, ἀλλ᾽ ἐς τὸ μέσον τῷ δήμῳ προτιθέντας τὴν πολιτείαν κατὰ τὰ πάτρια. ὡς οὖν οὐκ ἀπὸ τῆς αὐτῆς γνώμης αἱρουμένων πολεμεῖν ἑκατέρων, ἀλλὰ τῶν μὲν ὑπὲρ δυναστείας καὶ τυραννίδος, ἣν ἐν ταῖς προγραφαῖς ἐπέδειξαν ἤδη, ἡμῶν δὲ οὐδέν, ἀλλ᾽ μόνον ἵνα τῆς πατρίδος ἐλευθερωθείσης ἰδιωτεύοιμεν ὑπὸ τοῖς νόμοις, εἰκότως οἵδε τε οἱ ἄνδρες καὶ πρὸ τούτων οἱ θεοὶ τὰ ἡμέτερα κρίνουσι. μεγίστη δὲ ἐλπὶς ἐν πολέμοις ἐστὶ τὸ δίκαιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: