previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[102] τοῦ δὲ Σερρείου προύχοντος ἐς τὸ πέλαγος, αὐτοὶ μὲν ἐς τὰ μεσόγαια ἀνεχώρουν, Τίλλιον δὲ Κίμβρον μετὰ τοῦ ναυτικοῦ καὶ τέλους ὁπλιτῶν ἑνὸς καὶ τοξοτῶν τινων τὴν ἀκτὴν περιπλεῖν ἔπεμπον, πάλαι μὲν ἦν ἐρημοτάτη, καίπερ εὔγεως οὖσα, τῶν Θρᾳκῶν οὔτε θαλάσσῃ χρωμένων οὔτε ἐς τὰ παράλια κατιόντων ὑπὸ δέους τῶν ἐπιπλεόντων: Ἑλλήνων δ᾽ αὐτὴν ἑτέρων τε καὶ Χαλκιδέων καταλαβόντων καὶ θαλάσσῃ χρωμένων, ἤνθει ταῖς ἐμπορίαις καὶ γεωργίαις, χαιρόντων σφίσι καὶ τῶν Θρᾳκῶν διὰ τὴν τῶν ὡραίων ἄμειψιν, μέχρι Φίλιππος Ἀμύντου τούς τε ἄλλους καὶ Χαλκιδέας ἀνέστησεν, ὡς μηδὲν ἔτι πλὴν οἰκόπεδα μόνον ἱερῶν ὁρᾶσθαι. τήνδε οὖν τὴν ἀκτὴν αὖθις ἔρημον οὖσαν Τίλλιος παραπλέων, ὥς οἱ πρὸς τῶν ἀμφὶ τὸν Βροῦτον εἴρητο, στρατοπέδοις ἐπιτήδεια χωρία ἀνεμέτρει καὶ διέγραφε καὶ ταῖς ναυσὶ κατὰ μέρη πρόσπλουν, ἵν᾽ οἱ περὶ τὸν Νωρβανόν, ὡς ἀχρεῖον ἔτι τὸ τηρεῖν, τὰ στενὰ ἐκλίποιεν. καὶ ἐγένετο μὲν ὡς προσεδόκησαν: ὑπὸ γὰρ τῆς φαντασίας τῶν νεῶν Νωρβανὸς ἐπὶ τῶν Σαπαίων στενῶν ἐθορυβήθη καὶ ἐκάλει Δεκίδιον ἐκ τῶν Κορπίλων κατὰ σπουδὴν ἐπικουρεῖν οἱ. καὶ ἐπεκούρει, τὰ δὲ τῶν Κορπίλων στενὰ ἐκλειφθέντα οἱ περὶ τὸν Βροῦτον διώδευον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: