previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[104] προπέμπουσιν οὖν μέρος, Λευκίῳ Βύβλῳ παραδόντες, ὁδοποιεῖν μετὰ τοῦ Ῥασκουπόλιδος. οἱ δ᾽ ἐπιμόχθως μέν, ὅμως δὲ ἔπραττον αὐτὸ μετὰ ὁρμῆς καὶ προθυμίας, καὶ μᾶλλον, ἐπεί τινες αὐτοῖς προπεμφθέντες ἐπανῆλθον, ἰδεῖν τὸν ποταμὸν ἐξ ἀπόπτου λέγοντες. τῇ δὲ τετάρτῃ κάμνοντες ὑπό τε κόπου καὶ δίψους, ἐπιλιπόντος ἤδη τι καὶ τοῦ ὕδατος, ἐπήγοντο, ἀνέφερον, ὅτι τριήμερόν σφισι τὸ ἄνυδρον ἐλέγετο εἶναι, καὶ ἐν φόβῳ πανικῷ περὶ ἐνέδρας ἐγίγνοντο, οὐκ ἀπιστοῦντες μὲν τοῖς προπεμφθεῖσι τὸν ποταμὸν ἰδεῖν, ἡγούμενοι δὲ ἑτέραν ἄγεσθαι. καὶ ἀθύμουν καὶ ἐβόων καὶ τὸν Ῥασκούπολιν, ὅτε ἴδοιεν περιθέοντα καὶ παρακαλοῦντα, ἐλοιδόρουν καὶ ἔβαλλον. Βύβλου δὲ αὐτοὺς ἱκετεύοντος ἐκπονῆσαι τὰ λοιπὰ μετ᾽ εὐφημίας, ποταμὸς περὶ ἑσπέραν ἑωρᾶτο τοῖς πρώτοις: καὶ βοῆς, ὡς εἰκός, λαμπρᾶς ἐπὶ τῇ χαρᾷ γενομένης, βοή, μεταλαμβανόντων αὐτὴν τῶν κατόπιν ἑξῆς, ἐπὶ τοὺς ὑστάτους περιῄει. Βροῦτος δὲ καὶ Κάσσιος ἐπεὶ ἔμαθον, ἵεντο αὐτίκα δρόμῳ, διὰ τῆς τετμημένης τὸν ἄλλον στρατὸν ἄγοντες. οὐ μὴν ἔλαθόν γε τοὺς πολεμίους ἐς: τέλος οὐδὲ περιέλαβον αὐτούς: γάρ τοι Ῥάσκος, ἀδελφὸς τοῦ Ῥασκουπόλιδος, ἐκ τῆς βοῆς ὑπονοήσας ἐσκέψατο καὶ τὸ γιγνόμενον ἰδὼν ἐθαύμασε μὲν ὁδὸν ἄνυδρον ἐλθόντος στρατοῦ τοσοῦδε, ἣν οὐδὲ θηρίον ᾤετο ὁδεύσειν διὰ τοιᾶσδε ὕλης, καὶ ἀνήγγειλε τοῖς ἀμφὶ τὸν Νωρβανόν: οἱ δὲ νυκτὸς ἔφευγον ἐκ τῶν Σαπαίων ἐπ᾽ Ἀμφιπόλεως. καὶ οἱ Θρᾷκες ἄμφω διὰ στόματος ἦσαν ἐν τοῖς στρατοῖς, μὲν ἀγνοουμένην ἀγαγών, δ᾽ οὐκ ἀγνοήσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: