previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[108] οὕτω μὲν ὠχυροῦντο αὐτῶν ἑκάτεροι καὶ ἐν τοσούτῳ μόνοις ἱππεῦσι καὶ ἀκροβολισμοῖς ἐπειρῶντο ἀλλήλων. ὡς δὲ ἐξείργαστο πάντα, ὅσα ἐπενόουν, καὶ Καῖσαρ ἀφῖκτο, οὔπω μὲν ἐρρωμένος ἐς μάχην, φορείῳ δὲ ἐπὶ τὰς συντάξεις τοῦ στρατοῦ κομιζόμενος, οἱ μὲν ἀμφὶ τὸν Καίσαρα εὐθὺς ἐξέτασσον ἐς μάχην, οἱ δ᾽ ἀμφὶ τὸν Βροῦτον ἀντεξέτασσον μὲν ἐπὶ τῶν ὑψηλοτέρων, οὐ κατῄεσαν δέ: οὐ γὰρ ἐγνώκεσαν ἐς τὴν μάχην ἐπείγεσθαι, ταῖς ἀγοραῖς ἐλπίζοντες ἐκτρύσειν τοὺς πολεμίους. ἦν δὲ τὰ μὲν πεζὰ ἑκατέροις ἐννεακαίδεκα ὁπλιτῶν τέλη, τοῖς μὲν ἀμφὶ τὸν Βροῦτον ἐνδέοντα τοῖς ἀριθμοῖς, τοῖς δ᾽ ἀμφὶ τὸν Καίσαρα καὶ ἐπλεόναζον ἑκατέρωθεν: ἱππέες δὲ ἅμα τοῖς ἑκατέρων Θρᾳκίοις ἦσαν Καίσαρι μὲν καὶ Ἀντωνίῳ μύριοι καὶ τρισχίλιοι, Βρούτῳ δὲ καὶ Κασσίῳ δισμύριοι. ὥστε πλήθει μὲν ἀνδρῶν καὶ θράσει καὶ ἀρετῇ στρατηγῶν καὶ ὅπλοις καὶ παρασκευῇ λαμπροτάτην ἑκατέρων παράταξιν ὀφθῆναι, ἄπρακτον δὲ ἐς πολλὰς ἡμέρας, οὐκ ἐθελόντων συμπλέκεσθαι τῶν ἀμφὶ τὸν Βροῦτον, ἀλλὰ ταῖς ἀγοραῖς προεκτρύχειν τοὺς πολεμίους, αὐτοὶ μὲν ἔχοντες Ἀσίαν χορηγὸν καὶ ἐξ ἐγγίονος πάντα διὰ θαλάσσης ποριζόμενοι, τοῖς δὲ πολεμίοις οὐδὲν ὂν δαψιλὲς οὐδὲ οἰκεῖον: οὔτε γάρ τι δι᾽ ἐμπόρων ἀπ᾽ Αἰγύπτου λαβεῖν εἶχον, ὑπὸ λιμοῦ τῆς χώρας δεδαπανημένης, οὔτε ἐξ Ἰβηρίας Λιβύης διὰ Πομπήιον οὔτε ἐκ τῆς Ἰταλίας διὰ Μοῦρκον καὶ Δομίτιον. οὐκ ἐς πολὺ δ᾽ αὐτοῖς ἔμελλον ἀρκέσειν Μακεδονία τε καὶ Θεσσαλία, μόναι σφίσιν ἐν τῷ τότε χορηγοῦσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), EXE´RCITUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: