previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[109] ὧν οἱ μὲν ἀμφὶ τὸν Βροῦτον ἐνθυμούμενοι μάλιστα διέτριβον: δὲ Ἀντώνιος αὐτὰ δεδιὼς ἔγνω βιάσασθαι τοὺς ἄνδρας ἐς μάχην καὶ ἐπενόησεν, εἰ δύναιτο βάσιμον τὸ ἕλος ἐργάσασθαι λαθών, ἵνα κατόπιν τῶν ἐχθρῶν ἔτι ἀγνοούντων γενόμενος τὴν ἀγορὰν σφᾶς ἀφέλοιτο τὴν ἀπὸ τῆς Θάσου κομιζομένην. ἐκτάσσων οὖν αὖθις ἑκάστοτε ἐς μάχην τὰ σημεῖα τοῦ στρατοῦ πάντα, ἵνα ὅλος ἐκτετάχθαι νομίζοιτο, μέρει τινὶ νυκτός τε καὶ ἡμέρας ἔκοπτεν ἐν τῷ ἕλει δίοδον στενήν, κείρων τε τὸν δόνακα καὶ χῶμα ἐπιβάλλων καὶ λίθους ἑκατέρωθεν, ἵνα μὴ τὸ χῶμα διαπίπτοι, τὰ δὲ βαθέα διεσταύρου καὶ ἐγεφύρου μετὰ σιωπῆς βαθυτάτης. ἀφῄρητο δὲ τὴν ὄψιν τοῦ ἔργου τοὺς πολεμίους πεφυκὼς ἔτι δόναξ ἀμφὶ τῇ διόδῳ. δέκα δ᾽ ἡμέρας ἐργασάμενος ὧδε ἐσέπεμψε λόχους ὀρθίους νυκτὸς ἄφνω καὶ τὰ ἐρυμνὰ τῶν ἐντὸς κατέλαβε καὶ ἐχαράκωσε φρούρια ὁμοῦ πολλά. δὲ Κάσσιος κατεπλάγη μὲν τοῦ ἔργου τὴν ἐπίνοιάν τε καὶ κλοπήν, ἀντεπινοῶν δὲ ἀποτεμέσθαι τὰ φρούρια τὸν Ἀντώνιον, διετείχιζε καὶ αὐτὸς ἐπικάρσιον τὸ ἕλος ἅπαν, ἀρχόμενον ἀπὸ τοῦ στρατοπέδου μέχρι τῆς θαλάσσης, κόπτων ὁμοίως καὶ γεφυρῶν καὶ τὸν χάρακα τοῖς στεριφώμασιν ἐπιτιθεὶς καὶ τὴν ὑπὸ Ἀντωνίου γεγενημένην δίοδον ἀπολαμβάνων, ἵνα μήτε ἐκδραμεῖν ἐς αὐτὸν οἱ ἔνδον ἔτι δυνηθεῖεν μήτε ἐκεῖνος αὐτοῖς ἐπιβοηθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: