previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[110] ταῦτα δὲ Ἀντώνιος ἰδὼν περὶ μεσημβρίαν, ὡς εἶχεν, αὐτίκα σὺν ὁρμῇ τε καὶ ὀργῇ τὸν στρατὸν τὸν ἴδιον, ἐπὶ θάτερα τεταγμένον, ἦγεν ἐπιστρέφων εἰς τὸ διατείχισμα τοῦ Κασσίου, μεταξὺ τοῦ ἕλους καὶ τοῦ στρατοπέδου, σιδήρια φέρων καὶ κλίμακας, ὡς ἐξελῶν αὐτὸ καὶ παροδεύσων ἐς τὸ τοῦ Κασσίου στρατόπεδον. γιγνομένου δὲ αὐτῷ τοῦ δρόμου σὺν τόλμῃ πλαγίου τε καὶ πρὸς ἄναντες, κατ᾽ αὐτὸ δὴ τὸ μεταίχμιον τῶν στρατιῶν ἑκατέρων, περιήλγησαν οἱ τοῦ Βρούτου στρατιῶται ἐπὶ τῇ ὕβρει, ὧδε μάλα θρασέως αὐτοὺς ὄντας ἐνόπλους ἐχθρῶν διαθεόντων, καὶ ἐπέδραμον αὐτοῖς αὐτοκέλευστοι πρό τινος ἐκ τῶν ἡγεμόνων ἐπιτάγματος καὶ ἔκτεινον οἷα πλαγίους ἀθρόως, οὓς καταλάβοιεν. ἀρξάμενοι δ᾽ ἅπαξ ἔργου καὶ τῷ Καίσαρος στρατῷ τεταγμένῳ μάλιστα κατὰ σφᾶς ἐπέδραμον καὶ τρέψαντες ἐδίωκον, μέχρι καὶ τὸ στρατόπεδον ἐξεῖλον, κοινὸν ἦν Ἀντωνίῳ τε καὶ Καίσαρι, Καίσαρος αὐτοῦ δι᾽ ἐνύπνιον ἔνδον οὐκ ὄντος, ἀλλὰ φυλαξαμένου τὴν ἡμέραν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἔγραψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: