previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[113] Κάσσιος δὲ ἐξ οὗ τῶν διατειχισμάτων ἐξέωστο καὶ οὐδὲ ἐσελθεῖν ἔτι εἶχεν ἐς τὸ στρατόπεδον, ἀνέδραμεν ἐς τὸν Φιλίππων λόφον καὶ τὰ γιγνόμενα ἐφεώρα. οὐκ ἀκριβῶς δὲ αὐτὰ διὰ τὸν κονιορτὸν οὐδὲ πάντα ὁρῶν, ἀλλ᾽ τὸ στρατόπεδον ἑαυτοῦ μόνον εἰλημμένον, ἐκέλευσε Πινδάρῳ τῷ ὑπασπιστῇ προσπεσεῖν οἱ καὶ διαφθεῖραι. διαμέλλοντος δ᾽ ἔτι τοῦ Πινδάρου προσέθει τις ἀγγέλλων Βροῦτον ἐπὶ θάτερα νικᾶν καὶ τὸ στρατόπεδον τῶν πολεμίων πορθεῖν. δὲ τούτῳ μὲν τοσόνδε ἀπεκρίνατο: ‘νικῴης, λέγε αὐτῷ, παντελῆ νίκην,’ ἐς δὲ τὸν Πίνδαρον ἐπιστραφείς, ‘τί βραδύνεις;’ ἔφη, ‘τί τῆς ἐμῆς αἰσχύνης με οὐκ ἀπαλλάσσεις;’ Πίνδαρος μὲν δὴ δεσπότην, ὑπέχοντα τὴν σφαγήν, διεχρήσατο. καί τισιν οὕτως ἀποθανεῖν δοκεῖ Κάσσιον. ἕτεροι δὲ αὐτὸν οἴονται, προσιόντων ἐς εὐαγγέλιον ἱππέων Βρούτου, νομίσαντα εἶναι πολεμίους, πέμψαι τὸ ἀκριβὲς εἰσόμενον Τιτίνιον: τὸν δὲ τῶν ἱππέων ὡς Κασσίου φίλον περισχόντων τε σὺν ἡδονῇ καὶ ἐπὶ τῷδε καὶ ἀλαλαξάντων μέγα, τὸν Κάσσιον ἡγούμενον ἐς ἐχθροὺς ἐμπεσεῖν Τιτίνιον τοῦτο φάναι: ‘περιεμένομεν φίλον ἁρπαζόμενον ἰδεῖν,’ καὶ ἔς τινα σκηνὴν ὑποχωρῆσαι μετὰ τοῦ Πινδάρου καὶ τὸν Πίνδαρον οὐκέτι φανῆναι. διὸ καὶ νομίζουσί τινες οὔπω κεκελευσμένον ἐργάσασθαι.

Κασσίῳ μὲν δὴ τέλος ἦν τοῦ βίου κατὰ τὴν αὐτοῦ Κασσίου γενέθλιον ἡμέραν, ὧδε τῆς μάχης γενέσθαι συμπεσούσης, καὶ Τιτίνιος ὡς βραδύνας ἑαυτὸν ἔκτεινε:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: