previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[119] δὲ Καῖσαρ καὶ Ἀντώνιος, εἰδότες οὐ μαχούμενον ἑκόντα τὸν Βροῦτον, τοὺς ἰδίους συνῆγον, καὶ Ἀντώνιος ἔλεξε:

τὸ ἐχθὲς ἔργον, ἄνδρες, τοῖς μὲν λόγοις οἶδα ὅτι καὶ οἱ πολέμιοι μερίζονται, ὡς διώξαντές τινας ἡμῶν καὶ τὸ στρατόπεδον διαρπάσαντες, ἔργῳ δὲ ἐπιδείξουσιν ἅπαν ὑμέτερον: ὑπισχνοῦμαι γὰρ ὑμῖν οὔτε αὔριον οὔτε ταῖς ἐπιούσαις ἑκόντας αὐτοὺς ἐς μάχην ἥξειν. σαφεστάτη πίστις ἐστὶ τῆς ἐχθὲς ἥσσης καὶ φόβου, ὅταν ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀφιστῶνται τοῦ ἀγῶνος οἱ ἐλάττονες: οὐ γὰρ ἐς τοῦτό ᾿γε στρατὸν ἤγειρον τοσόνδε, ἵνα τῶν Θρᾳκῶν ἐρημίαν οἰκῶσι διατειχίσαντες. ἀλλὰ αὐτὴν διετείχισαν μὲν ἔτι προσιόντων ὑμῶν διὰ δέος, ἐλθόντων δὲ ἐνοικοῦσι διὰ τὴν ἐχθὲς ἧσσαν: ἐφ᾽ καὶ τῶν στρατηγῶν πρεσβύτερός τε καὶ ἐμπειρότερος πάντα ἀπογνοὺς ἑαυτὸν διεχρήσατο, καὶ αὐτὸ μεγίστη συμφορῶν ἐστιν ἀπόδειξις. ὅταν οὖν ἡμῶν αὐτοὺς προκαλουμένων μὴ δέχωνται μηδὲ καταβαίνωσιν ἀπὸ τῶν ὀρῶν, ἀλλὰ ἀντὶ τῶν χειρῶν πιστεύωσι τοῖς κρημνοῖς, τότε μοι θαρροῦντες ὑμεῖς, ἄνδρες Ῥωμαῖοι, συναναγκάσατε αὐτοὺς αὖθις, ὥσπερ ἐχθὲς ἠναγκάσατε, αἰσχρὸν ἡγούμενοι δεδιότων ἐλασσοῦσθαι καὶ ὀκνούντων ἀπέχεσθαι καὶ τειχῶν ἄνδρες ὄντες ἀσθενέστεροι γενέσθαι. οὐ γὰρ ἤλθομέν γε καὶ ἡμεῖς ἐν πεδίῳ βιώσοντες, οὐδ᾽ ἔστι βραδύνουσιν οὐδὲν αὔταρκες. ἀλλὰ δεῖ τοῖς εὖ φρονοῦσι τοὺς μὲν πολέμους ὀξεῖς, τὴν δὲ εἰρήνην ἐπὶ μήκιστον εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: