previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[120] τοὺς μὲν οὖν καιροὺς καὶ τὰ ἐς τοῦτον ἔργα ἐπιμηχανησόμεθα ἡμεῖς, οὐ μεμπτοὶ καὶ τῆς ἐχθὲς ὁρμῆς τε καὶ μηχανῆς ὑμῖν γενόμενοι: τὴν δ᾽ ἀρετὴν ὑμεῖς, ὅταν αἰτῆσθε, ἀποδίδοτε τοῖς στρατηγοῖς. μηδὲ ἄχθεσθε τῆς ἐχθὲς ἁρπαγῆς μηδ᾽ ἐπ᾽ ὀλίγον: οὐ γὰρ ἐν οἷς ἔχομέν ἐστι τὸ πλουτεῖν, ἀλλ᾽ ἐν τῷ κρατεῖν ταῖς δυνάμεσιν, καὶ τὰ ἐχθὲς ἀφαιρεθέντα, ἔτι ὄντα παρὰ τοῖς πολεμίοις σῶα, καὶ τὰ πολέμια αὐτὰ ἐπ᾽ ἐκείνοις κρατοῦσιν ἡμῖν ἀποδώσει. καὶ εἰ ἐπειγόμεθα αὐτὰ λαβεῖν, ἐπειγώμεθα ἐπὶ τὴν μάχην. ἱκανὰ δὲ καὶ ἐχθὲς ἀντειλήφαμεν αὐτῶν καὶ τῶν ἡμετέρων ἴσως ἱκανώτερα: οἱ μὲν γὰρ ἐκ τῆς Ἀσίας πάνθ᾽, ὅσα ἐβιάσαντο καὶ ἥρπασαν, ἐπήγοντο, ὑμεῖς δ᾽ ὡς ἐκ πατρίδος ἰόντες τὰ μὲν δαψιλέστερα οἴκοι ὑπελίπεσθε, τὰ δ᾽ ἀναγκαῖα μόνα ἐπήγεσθε. εἰ δέ τι καὶ δαψιλὲς ἦν, ἡμέτερον ἦν τῶν στρατηγῶν, οἳ πάντα ἐσμὲν ὑπὲρ τῆς ὑμετέρας νίκης ἐπιδιδόναι πρόθυμοι. καὶ τῆς τοιαύτης δ᾽ ὅμως ζημίας ὑμῖν ἕνεκα ἐπιδώσομεν νικητήρια, δραχμὰς ἑκάστῳ στρατιώτῃ πεντακισχιλίας, λοχαγῷ δὲ πεντάκις τοσαύτας, χιλιάρχῃ δὲ τὸ διπλάσιον τοῦ λοχαγοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: