previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[122] τὸ δὲ ἔργον ἤπειγε τοὺς ἀμφὶ τὸν Καίσαρα, καὶ λιμὸς ἦν ἤδη σαφής, ἔς τε μέγεθος καὶ δέος ἑκάστης ἡμέρας ἐπεγίνετο. οὔτε γὰρ ἐκ Θεσσαλίας αὐτοῖς ἔτι τὰ ἀρκοῦντα ἐκομίζετο, οὔτε τις ἦν ἐλπὶς ἐκ θαλάσσης, ναυκρατούντων πανταχῇ τῶν πολεμίων: τῆς τε ἔναγχος περὶ τὸν Ἰόνιον συμφορᾶς ἐξηγγελμένης ἐς ἑκατέρους ἤδη, μᾶλλον ἐδεδοίκεσαν αὐτά τε καὶ τὸν χειμῶνα προσιόντα ὡς ἐν πεδίῳ πηλώδει σταθμεύοντες. ὧν ἐνθυμούμενοι τέλος μὲν ὁπλιτῶν ἐς Ἀχαΐαν ἐξέπεμψαν, ἀγείρειν τὰ ἐντυγχάνοντα πάντα καὶ πέμπειν σφίσι κατὰ σπουδήν. οὐκ ἀνεχόμενοι δὲ κινδύνου τοσοῦδε προσιόντος οὔτε τῶν ἄλλων ἐπιτεχνήσεων οὔτε ἐν τῷ πεδίῳ λοιπὸν ἐκτάσσειν, παρὰ τὸ τείχισμα τῶν ἐχθρῶν ἀνέβαινον μετὰ βοῆς καὶ τὸν Βροῦτον ἐκάλουν ἐς μάχην, ἐπισκώπτοντες ἅμα καὶ λοιδοροῦντες καὶ ἐγνωκότες οὐ πολιορκίας τρόπῳ μᾶλλον μανιώδει φορᾷ μὴ βουλομένῳ συμπλέκεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: