previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[123] τῷ δὲ αὐτῷ μὲν ἔγνωστο τὰ ἀπ᾽ ἀρχῆς, καὶ μᾶλλον ἔτι πυνθανομένῳ περί τε τοῦ λιμοῦ καὶ περὶ τῇς κατὰ τὸν Ἰόνιον εὐπραξίας καὶ τῶν πολεμίων ὁρῶντι τὴν ἐκ τῆς ἀπορίας ἀπόνοιαν: καὶ ᾑρεῖτο πολιορκίας καὶ ἄλλου παντὸς ἀνέχεσθαι, μᾶλλον ἐς χεῖρας ἰέναι ἀνδράσιν ἐπειγομένοις ὑπὸ λιμοῦ, καὶ ἀπογινώσκουσιν ἐκ τῶν ἄλλων ἑαυτοὺς καὶ ἐν μόναις ταῖς χερσὶ τὴν ἐλπίδα ἔχουσιν. δὲ στρατὸς οὐχ ὁμοίως εἶχεν ὑπὸ ἀφροσύνης, ἀλλ᾽ ἐδυσφόρουν γυναικῶν τρόπον ἔνδον μετὰ ἀπραξίας καὶ φόβου κατακεκλεισμένοι. ἐδυσχέραινον δὲ καὶ οἱ ἡγεμόνες αὐτῶν, ἐπαινοῦντες μὲν τὸ ἐνθύμημα τοῦ Βρούτου, νομίζοντες δὲ καὶ θᾶσσον ἐπικρατήσειν τῶν πολεμίων μετὰ προθύμου στρατοῦ. αἴτιον δὲ τούτων ἦν αὐτὸ τὸ Βροῦτον ἐπιεικῆ καὶ φιλόφρονα ἐς ἅπαντας εἶναι καὶ ἀνόμοιον Κασσίῳ, αὐστηρῷ καὶ ἀρχικῷ περὶ πάντα γεγενημένῳ: ὅθεν ἐκείνῳ μὲν ἐξ ἐπιτάγματος ὑπήκουον, οὐ παραστρατηγοῦντες οὐδὲ τὰς αἰτίας μανθάνοντες οὐδὲ εὐθύνοντες, ὅτε καὶ μάθοιεν, Βρούτῳ δὲ οὐδὲν ἄλλ᾽ συστρατηγεῖν ἠξίουν διὰ πραΰτητα. τέλος δὲ τοῦ στρατοῦ φανερώτερον ἤδη κατὰ ἴλας καὶ κατὰ συστάσεις διαπυνθανομένου: ‘τί κατέγνωκεν ἡμῶν στρατηγός; τί ἔναγχος ἡμάρτομεν οἱ νικήσαντες, οἱ διώξαντες, οἱ τοὺς καθ᾽ ἡμᾶς πολεμίους κατακανόντες, οἱ τὸ στρατόπεδον αὐτῶν ἑλόντες;’ Βροῦτος ἑκὼν ἠμέλει καὶ ἐς ἐκκλησίαν οὐ συνῆγε, μὴ ἀπρεπέστερον ὑπὸ τοῦ πλήθους ἀλογίστως ἐκβιασθείη, καὶ μάλιστα μισθοφόρων, οἷς ἐστιν αἰεί, καθὰ καὶ τοῖς εὐχερέσιν οἰκέταις ἐς ἑτέρους δεσπότας, ἐλπὶς ἐς σωτηρίαν ἐς τὸ ἀντίπαλον μεταβολή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: