previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[126] δὲ Καῖσαρ καὶ Ἀντώνιος τοὺς ἰδίους περιθέοντες τήν τε δεξιὰν ὤρεγον, ἐφ᾽ οὓς παραγένοιντο, καὶ σοβαρώτερον ἔτι οἵδε ἐπέσπερχον αὐτοὺς καὶ τὸν λιμὸν οὐκ ἐπέκρυπτον ὡς εὔκαιρον ἐς εὐτολμίαν προφέρειν. ‘εὕρομεν, ἄνδρες, τοὺς πολεμίους: ἔχομεν οὓς ἐζητοῦμεν ἔξω τείχους λαβεῖν. μὴ δή τις ὑμῶν τὴν ἰδίαν πρόκλησιν καταισχύνῃ μηδὲ τῆς ἀπειλῆς ἐλάττων γένηται: μηδὲ λιμόν, ὄλεθρον ἀμήχανόν τε καὶ ἐπώδυνον, ἕληται μᾶλλον πολεμίων τείχη καὶ σώματα, καὶ τόλμαις ἐνδίδωσι καὶ σιδήρῳ καὶ ἀπονοία. ἔχει δὲ ἡμῖν ἐπείξεως ὧδε τὰ παρόντα, ὡς μηδὲν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἀνατίθεσθαι, ἀλλὰ σήμερον περὶ ἁπάντων διακριθῆναι μέχρι νίκης ἐντελοῦς εὐγενοῦς θανάτου. νικῶσι δ᾽ ἔστι λαβεῖν διὰ μιᾶς ἡμέρας καὶ δι᾽ ἑνὸς ἔργου τροφὰς καὶ χρήματα καὶ ναῦς καὶ στρατόπεδα καὶ τὰ νικητήρια παρ᾽ ἡμῶν. ἔσται δὲ ταῦτα, ἢν πρῶτον μὲν ἐμβάλλοντες αὐτοῖς μνημονεύωμεν τῶν ἐπειγόντων, εἶτα παραρρήξαντες εὐθὺς ἀποκλείωμεν ἀπὸ τῶν πυλῶν, ἐς δὲ τοὺς κρημνοὺς τὰ πεδία περιωθῶμεν, ἵνα μὴ πόλεμος αὖθις ἀναφύοιτο μηδὲ ἐς τὴν ἀργίαν πάλιν οἱ ἐχθροὶ διαδιδράσκοιεν, οἳ δι᾽ ἀσθένειαν, μόνοι δὴ πολεμίων, οὐκ ἐν τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχουσιν, ἀλλ᾽ ἐν τῷ μὴ μάχεσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: