Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[127] οὕτω μὲν ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος παρώτρυνον, ἐφ᾽ οὓς παραγένοιντο. καὶ πᾶσιν ἦν αἰδὼς ἀξίοις τε φανῆναι τῶν στρατηγῶν καὶ τὴν ἀπορίαν ἐκφυγεῖν, ὑπεραυξηθεῖσαν ἐκ παραλόγου διὰ τὰ ἐν τῷ Ἰονίῳ γενόμενα. ᾑροῦντό τε ἐν ἔργῳ καὶ ἐν ἐλπίσιν, εἰ δέοι, τί παθεῖν μᾶλλον ἢ ὑπὸ ἀμηχάνου κακοῦ δαπανώμενοι. ὧδε δὲ ἐχόντων αὐτῶν καὶ πρὸς τὸν ἐγγὺς αὐτὰ ἐκφέροντος ἑκάστου, ὁ θυμὸς ἀμφοτέρων ηὔξετο μάλιστα καὶ ἐνεπίμπλαντο τόλμης ἀκαταπλήκτου: οὐδέν τε ἐν τῷ παρόντι ἀλλήλων ὅτι ἦσαν πολῖται οὐδὲ ἐπεμέμνηντο, ἀλλ᾽ ὡς ἐκ φύσεως καὶ γένους ἐχθροῖς ἐπηπείλουν. οὕτως ἡ παραυτίκα ὀργὴ τὸν λογισμὸν αὐτοῖς καὶ τὴν φύσιν ἔσβεσεν. ἐπεμαντεύοντο δὲ ὁμαλῶς ἑκάτεροι τήνδε τὴν ἡμέραν ἐν τῷδε τῷ ἔργῳ πάντα τὰ Ῥωμαίων πράγματα κρινεῖν. καὶ ἐκρίθη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.