Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[130] ὁ δὲ Βροῦτος ἀναφεύγει μὲν ἐς τὰ ὄρη σὺν ἱκανῷ πλήθει, ὡς νυκτὸς ἐς τὸ στρατόπεδον ὑποστρέψων ἢ καταβησόμενος ἐπὶ τὴν θάλασσαν: ἐπεὶ δὲ περιείληπτο πάντα φυλακαῖς, διενυκτέρευεν ἔνοπλος μετὰ πάντων. καί φασιν αὐτὸν ἐς τοὺς ἀστέρας ἀναβλέποντα εἰπεῖν: “"Ζεῦ, μὴ λάθοι σε τῶνδ᾽ ὃς αἴτιος κακῶν," ” ἐνσημαινόμενον ἄρα τὸν Ἀντώνιον. ὃ καὶ αὐτὸν Ἀντώνιόν φασιν ὕστερον ἐν τοῖς ἰδίοις κινδύνοις μεταγινώσκοντα εἰπεῖν, ὅτι συνεξετάζεσθαι Κασσίῳ καὶ Βρούτῳ δυνάμενος ὑπηρέτης γένοιτο Ὀκταουίου. τότε γε μὴν καὶ ὁ Ἀντώνιος ἔνοπλος ἐπὶ τῶν φυλακτηρίων ἀντιδιενυκτέρευε τῷ Βρούτῳ, χάρακα περιθέμενος ἐκ νεκρῶν σωμάτων καὶ λαφύρων συμφορηθέντων. ὁ δὲ Καῖσαρ ἐς μέσην νύκτα πονηθεὶς ἀνεχώρησε διὰ τὴν νόσον, Νωρβανῷ φυλάσσειν παραδοὺς τὸ στρατόπεδον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.