previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[131] Βροῦτος δὲ καὶ τῆς ἐπιούσης ὁρῶν τὰς ἐφεδρείας τῶν ἐχθρῶν ἐπιμενούσας, ἔχων οὐ πλήρη τέσσαρα τέλη συναναβάντα οἱ, αὐτὸς μὲν ἐπελθεῖν ἐπ᾽ αὐτοὺς ἐφυλάξατο, τοὺς δὲ ἡγουμένους αὐτῶν, αἰδουμένους τε τὸ ἁμάρτημα καὶ μετανοοῦντας, ἔπεμπεν ἀποπειράσοντας αὐτῶν, εἰ ἐθελήσουσιν ὤσασθαι διὰ τῶν ἐφεδρειῶν καὶ ἀναλαβεῖν τὰ ἴδια, ἔτι φυλασσόμενα ὑπὸ τῶν οἰκείων ὑπολελειμμένων. οἱ δὲ ἀβουλότατα μὲν ἐς τὸ ἔργον ὁρμήσαντες, εὐψυχότατοι δὲ τὸ μέχρι πλείστου γενόμενοι, τότε, βλάπτοντος ἤδη τοῦ θεοῦ, τῷ στρατηγῷ σφῶν ἀπεκρίναντο ἀναξίως βουλεύεσθαι περὶ αὑτοῦ: αὐτοὶ γάρ, τῆς τύχης πολλάκις πεπειραμένοι, οὐκ ἀνατρέψειν τὴν ἔτι λοιπὴν διαλλαγῶν ἐλπίδα. καὶ Βροῦτος ἐς τοὺς φίλους εἰπών: ‘οὐδὲν οὖν ἔτι εἰμὶ τῇ πατρίδι χρήσιμος, ὧδε καὶ τούτων ἐχόντων,’ ἐκάλει Στράτωνα τὸν Ἠπειρώτην, ὄντα φίλον ἑαυτῷ, καὶ ἐγχειρεῖν ἐκέλευε τῷ σώματι. τούτου δὲ ἔτι βουλεύεσθαι παραινοῦντος ἐκάλει τινὰ τῶν οἰκετῶν. καὶ Στράτων, ‘οὐκ ἀπορήσεις,’ εἶπεν, ‘ Βροῦτε, φίλου μᾶλλον οἰκετῶν ἐς τὰ ὕστατα προστάγματα, εἰ ἤδη κέκριται.’ καὶ εἰπὼν ἐνήρεισε ταῖς λαγόσι τοῦ Βρούτου τὸ ξίφος οὔτε ἀποστραφέντος οὔτε ἐνδόντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: