previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[134] ἀλλὰ καὶ τοιοῖσδε οὖσιν αὐτοῖς ἀντίθετον ἐς ἅπαντα ἦν τὸ ἄγος τὸ ἐς Καίσαρα. γε οὐδὲ ἁπλοῦν ἄγος ἦν οὐδὲ ἐν ὀλίγῳ: καὶ γὰρ ἐς φίλον ἐγίγνετο παραλόγως καὶ ἐς εὐεργέτην ἐκ πολέμου περισώσαντα ἀχαρίστως καὶ ἐς αὐτοκράτορα ἀθεμίστως καὶ ἐν βουλευτηρίῳ καὶ ἐς ἱερέα καὶ ἱερὰν ἐσθῆτα ἐπικείμενον καὶ δυνάστην μὲν οἷον οὐχ ἕτερον, χρησιμώτατον δὲ ὑπὲρ ἅπαντας τῇ τε πατρίδι καὶ τῇ ἡγεμονίᾳ γενόμενον. καὶ τὸ δαιμόνιον αὐτοῖς ἄρα ἐνεμέσησε καὶ προεσήμηνε πολλάκις. Κασσίῳ τε γὰρ τὸν στρατὸν καθαίροντι ῥαβδοῦχος ἀνεστραμμένον τὸν στέφανον ἐπέθηκε: καὶ Νίκη, χρύσεον ἀνάθημα Κασσίου, κατέπεσεν, ὄρνεά τε πολλὰ ὑπὲρ τὸ στρατόπεδον αὐτοῦ καθιέμενα κλαγγὴν οὐδεμίαν ἠφίει, καὶ μελισσῶν ἐπεκάθηντο συνεχεῖς ἑσμοί. Βροῦτον δὲ ἐν Σάμῳ γενεθλιάζοντά φασι παρὰ τὸν πότον, οὐδὲ εὐχερῆ πρὸς τὰ τοιαῦτα ὄντα, ἀλόγως τόδε τὸ ἔπος ἀναβοῆσαι: “"ἀλλά με μοῖρ᾽ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός." ”

μέλλοντα δὲ περᾶν ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην σὺν τῷ στρατῷ, νυκτὸς ἐγρηγορότα, μαραινομένου τοῦ φωτὸς ὄψιν ἰδεῖν ἑφεστῶσάν οἱ παράλογον καὶ πυθέσθαι μὲν εὐθαρσῶς, ὅς τις ἀνθρώπων θεῶν εἴη, τὸ δὲ φάσμα εἰπεῖν: ‘ σός, Βροῦτε, δαίμων κακός: ὀφθήσομαι δέ σοι καὶ ἐν Φιλίπποις.’ καὶ ὀφθῆναί φασιν αὐτῷ πρὸ τῆς τελευταίας μάχης.

ἐξιόντι δὲ τῷ στρατῷ πρὸ τῶν πυλῶν αἰθίοψ ὑπήντησε: καὶ τόνδε μὲν ὡς οἰώνισμα φαῦλον στρατὸς αὐτίκα συνέκοψε, δαιμόνια δ᾽ ἦν αὐτοῖς ἄρα καὶ τάδε, Κάσσιον μὲν ἐν ἀμφηρίστῳ νίκῃ πάντα ἀλόγως ἀπογνῶναι, Βροῦτον δὲ εὐβούλου βραδυτῆτος ἐκβιασθῆναι καὶ ἐς χεῖρας ἐλθεῖν ἀνδράσι διωκομένοις ὑπὸ λιμοῦ, δαψιλῶς αὐτὸν ἔχοντα ἀγορᾶς καὶ ναυκρατοῦντα, καὶ τόδε παθεῖν ὑπὸ τῶν οἰκείων μᾶλλον τῶν πολεμίων, καὶ μὴν πολλάκις ἀγώνων μετασχόντες ἐν μὲν ταῖς μάχαις οὐδὲν ἔπαθον, ἄμφω δ᾽ αὑτῶν ἐγένοντο αὐθένται καθάπερ ἐγένοντο τοῦ Καίσαρος. Κάσσιος μὲν δὴ καὶ Βροῦτος τοιάνδε δίκην ἐδεδώκεσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: