previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[26] Νάσων δὲ ὑπὸ ἐξελευθέρου, παιδικῶν οἱ γενομένου, προδοθεὶς ἥρπασε παρά του τῶν στρατιωτῶν ξίφος καὶ τὸν προδότην μόνον ἀποκτείνας ἑαυτὸν τοῖς σφαγεῦσιν ὑπέσχε. φιλοδέσποτος δὲ οἰκέτης τὸν κεκτημένον ἐπὶ λόφου ἐκάθισε καὶ αὐτὸς ἐπὶ θάλασσαν ᾔει μισθωσόμενος αὐτῷ σκάφος. ἐπανιὼν δὲ κτεινόμενόν τε εἶδε τὸν δεσπότην καὶ ἀποψύχοντος ἤδη μέγα βοῶνἐπίμεινον ἐς βραχύ, δέσποτα,’ εἶπε καὶ κτείνει τὸν λοχαγὸν ἐμπεσὼν ἄφνω. μετὰ δὲ ἐκεῖνον ἑαυτὸν ἐπαναιρῶν εἶπε τῷ δεσπότῃ: ‘παραμύθιον ἔχεις.’ Λεύκιος δὲ δύο πιστοτάτοις ἀπελευθέροις χρυσίον δοὺς ἐπὶ θάλασσαν ᾔει, διαδράντων δὲ ἐκείνων ὑπέστρεψε καταγινώσκων τοῦ βίου καὶ ἑαυτὸν ἐμήνυσε τοῖς σφαγεῦσι. Λαβιηνὸς δὲ ἐν ταῖς Σύλλα προγραφαῖς πολλοὺς τῶν τότε συλλαβών τε καὶ κτείνας ἠδόξησεν ἄρα, εἰ μὴ τὰ ὅμοια γενναίως ἐνέγκοι, καὶ προελθὼν τῆς οἰκίας ἐκαθέζετο ἐπὶ θρόνου τοὺς σφαγέας περιμένων. Κέστιος δὲ ἐν χωρίοις παρὰ εὐνόοις θεράπουσιν ἐκρύπτετο, λοχαγῶν δ᾽ αἰεὶ σὺν ὅπλοις κεφαλαῖς διαθεόντων οὐκ ἔφερε τὸ μῆκος τοῦ φόβου, ἀλλ᾽ ἔπεισε τοὺς θεράποντας ἅψαι πυράν, ἵνα ἔχοιεν λέγειν, ὅτι Κέστιον ἀποθανόντα θάπτοιεν. καὶ οἱ μὲν ἐνεδρευθέντες ἧψαν, δὲ ἐσήλατο ἐς αὐτήν. Ἀπώνιος δὲ ἀσφαλῶς ἑαυτὸν ἐπικρύψας οὐκ ἤνεγκε τὴν πονηρίαν τῆς διαίτης, ἀλλὰ προήγαγεν ἑαυτὸν ἐπὶ τὴν σφαγήν. ἄλλος ἐν φανερῷ καθῆστο ἑκὼν καὶ βραδυνόντων τῶν σφαγέων ἀπήγξατο ἐν μέσῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: