previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27] Λεύκιος δὲ Ἀσινίου τοῦ ὑπατεύοντος τότε πενθερός, φεύγων διὰ θαλάσσης, οὐ φέρων τοῦ χειμῶνος τὴν ἀηδίαν ἔρριψεν ἑαυτὸν εἰς τὸ πέλαγος. Καισέννιον δὲ οἱ διώκοντες, ὑποφεύγοντά τε καὶ βοῶντα οὐ προγεγράφθαι, ἀλλὰ διὰ τὰ χρήματα ἐπιβουλεύεσθαι πρὸς αὐτῶν, ἐπὶ τὸν πίνακα ἀγαγόντες ἀναγινώσκειν ἑαυτοῦ τὸ ὄνομα ἐκέλευον καὶ ἀναγινώσκοντα ἔκτειναν. Αἰμίλιος δὲ ἀγνοῶν, ὅτι προγέγραπται, διωκόμενον ἄλλον ἰδὼν ἤρετο τὸν λοχαγὸν τὸν διώκοντα, τίς προγεγραμμένος εἴη: καὶ λοχαγὸς τὸν Αἰμίλιον γνωρίσαςσὺ κἀκεῖνοςεἶπε καὶ τοὺς δύο ἀπέκτεινε. Κίλλων δὲ ἐκ τοῦ βουλευτηρίου προϊὼν καὶ Δέκιος, ἐπεὶ τοῖς πίναξιν ἐπύθοντο σφῶν τὰ ὀνόματα προσγεγράφθαι, οὔπω τινὸς ἐπιόντος αὐτοῖς, ἔφευγον ἀκόσμως διὰ πυλῶν, καὶ αὐτοὺς τοῖς ἀπαντῶσι τῶν λοχαγῶν αὐτὸς δρόμος ἐμήνυσεν.

Ἰκέλιος δέ, ὃς ἐπὶ Βρούτῳ τε καὶ Κασσίῳ δικάζων, Καίσαρος τοῖς δικαστηρίοις μετὰ στρατιᾶς ἐφεστῶτος καὶ τῶν ἄλλων δικαστῶν κρύφα τὴν καταδικάζουσαν φερόντων, μόνος τὴν ἀπολύουσαν ἤνεγκε φανερῶς, ἐκλαθόμενος τῆς μεγαλόφρονος ἐλευθεριότητος, νεκρὸν σῶμα ἐκκομιζόμενον ὑποστὰς τοῖς φέρουσι συνεβάσταζε τὸ λέχος. ἰδόντων δὲ τῶν φρουρούντων τὰς πύλας, ὅτι πλεονάζουσιν οἱ νεκροφόροι παρὰ τὸ σύνηθες ἑνὶ ἀνδρί, καὶ τοὺς μὲν φέροντας οὐχ ὑπονοούντων, τὸ δὲ λέχος ἐρευνωμένων, μὴ νεκρόν τις ὑποκρίνοιτο, οἱ νεκροφόροι τὸν Ἰκέλιον ἤλεγχον οὐχ ὁμότεχνον σφίσιν ὄντα, ἐπιγνωσθέντα τε οἱ σφαγεῖς ἀπέκτειναν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: