previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[28] Οὐᾶρος δ᾽ ἀπελευθέρου προδιδόντος αὐτὸν ἀπέδρα, καὶ ὄρος ἐξ ὄρους ἀμείβων ἐς τὸ Μιντουρναίων ἕλος ἐνέπεσεν, ἔνθα ἑαυτὸν διαναπαύων ἡσύχαζε. τῶν δὲ Μιντουρναίων ἐπὶ ζητήσει λῃστηρίου τὸ ἕλος περιθεόντων, τε κόμη τοῦ δόνακος σαλευθεῖσα ἐνέφηνε τὸν Οὐᾶρον, καὶ ληφθεὶς ἔλεγεν εἶναι λῃστὴς καὶ ἐπὶ τῷδε θανάτῳ καταδικαζόμενος ἠνείχετο. ὡς δὲ αὐτὸν ἔμελλον καὶ βασανιεῖν ἐς τοὺς συνεγνωκότας, οὐκ ἐνεγκὼν ἤδη τοῦτο ὡς ἀπρεπέστερον, ‘ἀπαγορεύω,’ φησίν, ‘ὑμῖν, Μιντουρναῖοι, ὕπατόν με γεγενημένον, καί, τοῖς νῦν ἄρχουσι τιμιώτερόν ἐστι, προγεγραμμένον μήτε βασανίζειν μήτε ἀναιρεῖν ἔτι: εἰ γὰρ οὐκ ἔνι μοι διαφυγεῖν, ἄμεινον ὑπὸ τῶν ὁμοτίμων παθεῖν.’ ἀπιστούντων δὲ τῶν Μιντουρναίων καὶ τὸν λόγον ὑπονοούντων λοχαγὸς ἐπέγνω διαθέων καὶ τὴν κεφαλὴν ἀπέτεμε, τὸ δὲ λοιπὸν σῶμα τοῖς Μιντουρναίοις κατέλιπε.

Λάργον ἕτεροι συνελάμβανον ἐν χωρίοις, οὐ Λάργον, ἀλλ᾽ ἕτερον διώκοντες: οἰκτείραντες δ᾽, ὅτι μὴ ζητούμενος ἁλοίη, φεύγειν μεθῆκαν ἀνὰ τὴν ὕλην. δὲ ὑφ᾽ ἑτέρων διωκόμενος δρόμῳ τοὺς προτέρους κατέλαβε καίὑμεῖς,’ ἔφη, ‘με κτείνατε μᾶλλον, οἱ ἐλεήσαντες, ἵνα τὸν μισθὸν ἀντὶ τούτων ὑμεῖς φέρησθε.’

μὲν δὴ ταύτην ἔδωκεν ἀμοιβὴν ἀποθνῄσκων φιλανθρωπίας,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: