previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[29] Ῥοῦφος δὲ ἔχων συνοικίαν περικαλλῆ, γείτονα Φουλβίας τῆς γυναικὸς Ἀντωνίου, πάλαι μὲν ἀξιούσῃ τῇ Φουλβίᾳ πρίασθαι τὴν οἰκίαν οὐ συνεχώρει, τότε δὲ καὶ δωρούμενος προεγράφη. καὶ τὴν κεφαλὴν μὲν Ἀντώνιός οἱ προσφερομένην οὐχ ἑαυτῷ προσήκειν εἰπὼν ἔπεμψεν ἐς τὴν γυναῖκα, δὲ ἀντὶ τῆς ἀγορᾶς ἐκέλευσεν ἐπὶ τῆς συνοικίας προτεθῆναι. ἔπαυλιν ἕτερος εἶχε περικαλλῆ καὶ σύσκιον, ἄντρον τε καλὸν ἦν ἐν αὐτῇ καὶ βαθύ, καὶ τάχα διὰ ταῦτα καὶ προυγράφη. ἔτυχε δὲ ἀναψύχων κατὰ τὸ ἄντρον, καὶ αὐτῷ τῶν σφαγέων ἔτι μακρόθεν ἐπιθεόντων θεράπων αὐτὸν ἐς τὸν μυχὸν τοῦ ἄντρου προπέμψας ἐνέδυ τὸν τοῦ δεσπότου χιτωνίσκον καὶ ὑπεκρίνετο ἐκεῖνος εἶναι καὶ δεδιέναι: καὶ τάχα ἂν ἐπέτυχεν ἀναιρεθείς, εἰ μὴ τῶν ὁμοδούλων τις ἐνέφηνε τὴν ἐνέδραν. ἀναιρεθέντος δὲ ὧδε τοῦ δεσπότου, δῆμος ἀγανακτῶν παρὰ τοῖς ἄρχουσιν οὐκ ἐπαύετο, μέχρι τὸν μὲν ἐνδείξαντα κρεμασθῆναι, τὸν δὲ περισώσαντα ἐλευθερῶσαι ἐποίησεν. Ἁτέριον δὲ κρυπτόμενον θεράπων ἐμήνυσέ τε καὶ ἐλεύθερος αὐτίκα γενόμενος ἀντωνεῖτο τοῖς παισὶν αὐτοῦ τὴν οὐσίαν καὶ ἐνύβριζεν ἐπαχθῶς. οἱ δὲ αὐτῷ πανταχῇ μετὰ σιγῆς εἵποντο κλαίοντες, ἕως δῆμος ἠγανάκτησε, καὶ οἱ τρεῖς αὐτόν, ὡς πλεονάσαντα τῆς χρείας, ἀνεδούλωσαν τοῖς παισὶ τοῦ προγεγραμμένου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: