previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[38] Μεσσάλας δὲ ἐπιφανὴς καὶ νέος ἐς Βροῦτον ἔφυγε, καὶ αὐτοῦ δείσαντες οἱ τρεῖς τὸ φρόνημα προύγραψαν οὕτως: ‘ἐπεὶ Μεσσάλαν ἀπέφηναν ἡμῖν οἱ προσήκοντες αὐτῷ μηδὲ ἐπιδημεῖν, ὅτε Γάιος Καῖσαρ ἀνῃρεῖτο, ἐξῃρήσθω τῶν προγραφέντων Μεσσάλας.’ δὲ τὴν μὲν συγγνώμην οὐκ ἐδέξατο, Βρούτου δὲ καὶ Κασσίου περὶ Θρᾴκην πεσόντων καὶ τοῦ στρατοῦ πολλοῦ τε ἔτι ὄντος καὶ ναῦς καὶ χρήματα καὶ ἐλπίδας ἔχοντος οὐκ ἀσθενεῖς, ἄρχειν σφῶν τὸν Μεσσάλαν αἱρουμένων οὐκ ἀνασχόμενος, ἔπεισεν αὐτοὺς ἐνδόντας ἐπιβαρούσῃ τῇ τύχῃ μεταστρατεύσασθαι τοῖς ἀμφὶ τὸν Ἀντώνιον. οἰκειότερος δὲ ὢν Ἀντωνίῳ συνῆν, μέχρι κρατούσης Ἀντωνίου Κλεοπάτρας ἐπιμεμψάμενος ἐς Καίσαρα μετῆλθεν. δὲ αὐτὸν ὕπατόν τε ἀπέφηνεν ἀντὶ αὐτοῦ Ἀντωνίου, ἀποχειροτονηθέντος, ὅτε αὖθις ἐψηφίζετο εἶναι πολέμιος, καὶ περὶ Ἄκτιον ναυαρχήσαντα κατὰ τοῦ Ἀντωνίου στρατηγὸν ἔπεμψεν ἐπὶ Κελτοὺς ἀφισταμένους καὶ νικήσαντι ἔδωκε θριαμβεῦσαι.

Βύβλος δὲ ἐσπείσατο ἅμα τῷ Μεσσάλᾳ καὶ ἐναυάρχησεν Ἀντωνίῳ διαλλαγάς τε πολλάκις Ἀντωνίῳ καὶ Καίσαρι ἐς ἀλλήλους ἐπόρθμευσε καὶ στρατηγὸς ἀπεδείχθη Συρίας ὑπὸ Ἀντωνίου καὶ στρατηγῶν ἔτι αὐτῆς ἀπέθανεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: