previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[39] Ἀκίλιος δὲ ἔφευγε μὲν τῆς πόλεως λαθών, οἰκέτου δ᾽ αὐτὸν ἐμφήναντος ὁπλίταις, τοὺς ὁπλίτας ἔπεισεν ἐλπίδι χρημάτων πλεόνων πέμψαι τινὰς ἀπὸ σφῶν πρὸς τὴν γυναῖκα μετὰ συμβόλων ὧν αὐτὸς ἐδίδου. δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ὑπέσχοντο, οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν. οὐ μὴν ἐψεύσθη τῆς φιλανδρίας: οἱ γὰρ ὁπλῖται καὶ ναῦν ἐμίσθωσαν τῷ Ἀκιλίῳ καὶ προύπεμψαν ἐς Σικελίαν. Λέντλος δέ, ἀξιούσης αὐτῷ συμφεύγειν τῆς γυναικὸς καὶ ἐς τοῦτο αὐτὸν ἐπιτηρούσης, οὐκ ἐθέλων αὐτὴν συγκινδυνεύειν ἑαυτῷ, λαθὼν ἔφυγεν ἐς Σικελίαν, στρατηγὸς δὲ ἀποδειχθεὶς ὑπὸ Πομπηίου ἐσήμηνεν, ὅτι σῴζοιτο καὶ στρατηγοίη. δ᾽, ὅποι γῆς ἐστιν ἀνήρ, ἐπιγνοῦσα τὴν μητέρα φυλάσσουσαν ἐξέφυγε καὶ ἥδε σὺν θεράπουσι δύο: μεθ᾽ ὧν ὥδευεν ἐπιμόχθως καὶ εὐτελῶς οἷα θεράπαινα, μέχρι διέπλευσεν ἐς Μεσσήνην ἀπὸ Ῥηγίου περὶ ἑσπέραν. καὶ οὐ δυσχερῶς τὴν στρατηγίδα σκηνὴν μαθοῦσα, εὗρε τὸν Λέντλον οὐχ οἷα στρατηγόν, ἀλλ᾽ ἐν χαμευνίῳ καὶ κόμῃ καὶ διαίτῃ πονηρᾷ πόθῳ τῆς γυναικός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: