previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[41] Γέταν δὲ υἱὸς ἐν εὐρυχώρῳ τῆς οἰκίας ἔδοξε καίειν ὡς ἀπαγξάμενον καὶ λαθὼν ἐν ἀγρῷ νεωνήτῳ κατέλιπεν, ἔνθα πρεσβύτης μεταμορφῶν ἑαυτὸν ἐπεδήσατο διφθέραν ἐς τὸν ἕτερον ὀφθαλμόν. καὶ τῶν σπονδῶν γενομένων ἔλυσε τὴν διφθέραν, καὶ ὀφθαλμὸς ὑπὸ τῆς ἀργίας δεδαπάνητο. Ὄππιον δὲ υἱός, ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα, ἔφερεν ἐπὶ τοῦ σώματος, ἕως ἐξήγαγέ τε διὰ τῶν πυλῶν καὶ τὸ λοιπὸν μέχρι Σικελίας ἄγων φέρων ἐκόμισεν, οὐδενὸς ἄρα τὸ σχῆμα ὑπονοήσαντος ἐνυβρίσαντος, οἷόν που καὶ τὸν Αἰνείαν γράφουσιν αἰδέσιμον τοῖς πολεμίοις γενέσθαι φέροντα τὸν πατέρα. καὶ τὸν νεανίαν δῆμος ἐπαινῶν ὕστερον ἀπέφηνεν ἀγορανόμον: δεδημευμένης δ᾽ αὐτῷ τῆς οὐσίας οὐκ ἔχοντι τῆς ἀρχῆς τὸ δαπάνημα οἵ τε χειροτέχναι τὰ ἐς τὴν ἀρχὴν ἀμισθὶ συνειργάσαντο, καὶ τῶν θεωμένων ἕκαστος ἐπὶ τὴν ὀρχήστραν ὅσον ἐβούλετο νόμισμα ἐρρίπτει, ἕως τὸν ἄνδρα κατεπλούτισαν. Ἀρριανοῦ δὲ καὶ ἐν τῇ στήλῃ κεκόλαπτο ἐκ διαθηκῶν: ‘τὸν ἐνθάδε κείμενον υἱὸς οὐ προγραφεὶς προγραφέντα ἔκρυψέ τε καὶ συνέφυγε καὶ περιέσωσε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: