previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[46] Ἀπουλήιος δὲ καὶ Ἀρρούντιος ὑποκριθέντες εἶναι λοχαγοὶ καὶ τοὺς θεράποντας ἐς στρατιώτας σκευάσαντες, τὰς μὲν πύλας διέδραμον ὡς λοχαγοὶ διώκοντες ἑτέρους, τὴν δὲ λοιπὴν ὁδὸν διελόμενοι τοὺς δεσμώτας ἐξέλυον καὶ τοὺς ἀποδράντας συνέλεγον, μέχρι χειρὸς ἱκανῆς ἑκατέρῳ γενομένης σημεῖά τε ἦν ἤδη καὶ ὅπλα καὶ ὄψις στρατοῦ. χωρῶν δὲ ἑκάτερος αὐτῶν ἐπὶ θάλασσαν, ἀμφί τινι λόφῳ σταθμεύουσι, μεγάλῳ δέει καθορῶντες ἀλλήλους. ἅμα δὲ ἕῳ περινεύοντες ἐκ τοῦ λόφου ἔδοξαν ἀλλήλους ἑκάτερος στρατὸν ἐπὶ σφᾶς ἐπιπεμφθέντα εἶναι καὶ συμπλακέντες ἐμάχοντο, μέχρι ποτὲ ἔγνωσαν καὶ τὰ ὅπλα ἀπερρίπτουν καὶ ὠλοφύροντο καὶ τὴν τύχην ὡς ἐπιβαροῦσάν σφισιν ἐς ἅπαντα ἐπεμέμφοντο. διαπλεύσαντες δὲ μὲν ἐς Βροῦτον, δ᾽ ἐς Πομπήιον, μὲν τῷ Πομπηίῳ συγκατῆλθεν, δὲ ἐστρατήγησε τῷ Βρούτῳ Βιθυνίας καὶ Βρούτου πεσόντος Ἀντωνίῳ παραδοὺς Βιθυνίαν κατήχθη. Οὐεντίδιον δὲ ἀπελεύθερος εὐθὺς μὲν προγραφέντα κατέδησεν ὡς παραδώσων τοῖς σφαγεῦσι, νυκτὸς δὲ τοὺς θεράποντας ἔπεισε καὶ ἐσκεύασεν ὡς ὁπλίτας καὶ τὸν δεσπότην ὡς λοχαγὸν ἐξήγαγε: τήν τε ἄλλην Ἰταλίαν μέχρι Σικελίας διώδευσαν καὶ συγκατέλυσαν πολλάκις ἑτέροις λοχαγοῖς ζητοῦσιν Οὐεντίδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: