previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[58] καὶ οἱ μὲν ἦσαν ἐν τούτοις, Τρεβώνιον δὲ ἐν Ἀσίᾳ κτείναντος Δολοβέλλα καὶ Δέκμον Ἀντωνίου πολιορκοῦντος ἐν Κελτοῖς, χαλεπαίνουσα βουλὴ Δολοβέλλαν μὲν καὶ Ἀντώνιον ἐψηφίσαντο εἶναι πολεμίους, Βροῦτον δὲ καὶ Κάσσιον ἐς τὰς προτέρας ἡγεμονίας ἐπανήγαγον καὶ Βρούτῳ τὴν Ἰλλυρίδα προσέθεσαν τοῖς τε ἄλλοις πᾶσιν ἐκέλευσαν, ὅσοι Ῥωμαίοις ἡγεμονεύουσιν ἐθνῶν στρατοπέδων ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, ὑπακούειν, ἐς τι κελεύοι Κάσσιος Βροῦτος. ἐπὶ δὲ τούτοις Κάσσιος φθάνει Δολοβέλλαν ἐς τὴν Συρίαν ἐμβαλὼν καὶ σημεῖα τῆς ἡγεμονίας ἀνέσχε καὶ δυώδεκα τέλη στρατοῦ Γαΐῳ Καίσαρι ἐκ πολλοῦ στρατευόμενα καὶ γεγυμνασμένα προσέλαβεν ἀθρόως: οὗ τὸ μὲν ἓν αὐτῶν Καῖσαρ ἐν Συρίᾳ καταλελοίπει, τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος, τὴν δὲ ἐπιμέλειαν αὐτοῦ ἐπιτέτραπτο μὲν Καικίλιος Βάσσος, τὸ δὲ ἀξίωμα εἶχε νεανίας αὐτοῦ Καίσαρος συγγενής, Σέξστος Ἰούλιος. ἐκδιαιτώμενος δὲ Ἰούλιος τὸ τέλος ἐς τρυφὴν ἐπήγετο ἀσχημόνως καὶ ἐπιμεμφομένῳ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε: καὶ καλῶν ὕστερον, ἐπειδὴ βραδέως ὑπήκουεν, ἄγειν αὐτὸν ἐκέλευεν ἕλκοντας. θορύβου δὲ ἀσχήμονος καὶ πληγῶν ἐς τὸν Βάσσον γενομένων οὐκ ἐνεγκοῦσα τὴν ὄψιν στρατιὰ τὸν Ἰούλιον συνηκόντισε. καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. συνομόσαντες οὖν ἀλλήλοις, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, διαγωνιεῖσθαι μέχρι θανάτου, τὸν Βάσσον ἐς ταῦτα συνηνάγκασαν. τέλος δὲ στρατεύσαντες ἕτερον, συνεγύμναζον ἄμφω καὶ Στάιον Μοῦρκον, ὑπὸ Καίσαρος αὐτοῖς σὺν τρισὶ τέλεσιν ἐπιπεμφθέντα, γενναίως ἀπεμάχοντο. Μούρκῳ δ᾽ ἧκεν ἐπίκουρος Μάρκιος Κρίσπος ἐκ Βιθυνίας μετὰ τριῶν τελῶν ἄλλων, καὶ τὸν Βάσσον ἐπολιόρκουν ὁμοῦ πάντες ἓξ τέλεσιν ἤδη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: