previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[61] Ὑπερορώμενος δὲ ὑπὸ τῶν ἄλλων πλὴν Σιδωνίων ἐπανήχθη τῷ Δολοβέλλᾳ, καὶ κατέδυσαν μὲν ἑκατέρου νῆες ἱκαναί, πέντε δὲ αὐτοῖς ἀνδράσιν εἷλεν Δολοβέλλας. καὶ Κάσσιος αὖθις ἔπεμπεν ἐς τοὺς ὑπεριδόντας αὐτοῦ καὶ ἐς Κλεοπάτραν, τὴν Αἰγύπτου βασιλίδα, καὶ ἐς Σεραπίωνα, τὸν ἐν Κύπρῳ τῇ Κλεοπάτρᾳ στρατηγοῦντα. Τύριοι μὲν δὴ καὶ Ἀράδιοι καὶ Σεραπίων, οὐδὲν τῆς Κλεοπάτρας προμαθών, ἔπεμψαν αὐτῷ ναῦς, ὅσας εἶχον: βασιλὶς δὲ Κασσίῳ μὲν προύφερε λιμὸν ὁμοῦ καὶ λοιμὸν ἐνοχλοῦντα τότε Αἰγύπτῳ, διὰ δὲ οἰκειότητα τοῦ προτέρου Καίσαρος συνέπρασσε τῷ Δολοβέλλᾳ. καὶ ἀπὸ τῆσδε τῆς γνώμης αὐτῷ καὶ τὰ τέσσαρα τέλη προπεπόμφει δι᾽ Ἀλλιηνοῦ καὶ στόλον ἄλλον ἕτοιμον εἶχεν ἐπαμύνειν, ἄνεμοι δὲ ἐπεῖχον. Ῥόδιοι δὲ καὶ Λύκιοι οὔτε Κασσίῳ οὔτε Βρούτῳ συμμαχήσειν ἔφασκον ἐς ἐμφύλια, ἐπεὶ καὶ Δολοβέλλᾳ δοῦναι ναῦς προπομπούς, καὶ οὐκ εἰδέναι συμμαχούσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: