previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[62] ἑτοιμασάμενος οὖν Κάσσιος αὖθις ἐκ τῶν παρόντων ἐπανήγετο δὶς τῷ Δολοβέλλᾳ: καὶ τὸ μὲν πρῶτον ἀγχώμαλοι διεκρίθησαν ἀπ᾽ ἀλλήλων, τῇ δὲ ἑξῆς ναυμαχίᾳ ἡσσᾶτο Δολοβέλλας, καὶ Κάσσιος αἰρομένου τοῦ χώματος ἔκοπτεν αὐτοῦ τὸ τεῖχος ἤδη καὶ ἐσάλευεν. τόν τε νυκτοφύλακα αὐτοῦ Μάρσον οὐ δυνηθεὶς διαφθεῖραι διέφθειρε τοὺς ἡμεροφυλακοῦντας αὐτῷ λοχαγοὺς καὶ ἀναπαυομένου τοῦ Μάρσου μεθ᾽ ἡμέραν ἐσῆλθεν, ὑπανοιχθεισῶν αὐτῷ πυλίδων κατὰ μέρη πολλῶν. ἁλούσης δὲ τῆς πόλεως μὲν Δολοβέλλας προύτεινε τὴν κεφαλὴν τῷ σωματοφύλακι αὑτοῦ καὶ τεμόντα προσέταξε φέρειν Κασσίῳ σῶστρον ἴδιον: δὲ τεμὼν ἐπικατέσφαξεν ἑαυτόν, διεχρήσατο δὲ καὶ Μάρσος ἑαυτόν. δὲ Κάσσιος τὴν μὲν τοῦ Δολοβέλλα στρατιὰν ἐς ἑαυτὸν μεθώρκου, Λαοδικέων δὲ τά τε ἱερὰ καὶ τὰ κοινὰ ἐσύλα καὶ τοὺς ἐπιφανεῖς ἐκόλαζε καὶ τοὺς λοιποὺς ἐσφοραῖς βαρυτάταις ἐξέτρυχε, μέχρι τὴν πόλιν περιήνεγκεν ἐς ἔσχατον κακοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: