previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[72] τοῦτο μὲν δὴ τῆς ἐν Μύνδῳ Ῥωμαίων τε καὶ Ῥοδίων ναυμαχίας τέλος ἦν, καὶ αὐτὴν γιγνομένην Κάσσιος ἀπὸ ὄρους καθεώρα: ὡς δὲ ἐπεσκεύασε τὰ σκάφη, διέπλευσεν ἐς Λώρυμα, Ῥοδίων τι φρούριον ἐν τῇ περαίᾳ, καὶ τὸ πεζὸν ἐς τὴν Ῥόδον διεβίβαζεν ἐπὶ ὁλκάδων ὑπὸ Φαννίῳ τε καὶ Λέντλῳ. αὐτὸς δὲ ἐπέπλει ταῖς ὀγδοήκοντα ναυσὶν ἐσκευασμέναις ἐς τὸ φοβερώτατον καὶ περιστήσας τῇ Ῥόδῳ τὸ πεζὸν ὁμοῦ καὶ τὸ ναυτικὸν ἡσύχαζεν ὡς ἐνδωσόντων τι τῶν πολεμίων. οἱ δὲ ἐπανήχθησαν μὲν αὖθις εὐθαρσῶς, δύο δὲ καὶ τότε ναῦς ἀποβαλόντες συνεκλείσθησαν. καὶ ἀναδραμόντες ἐπὶ τὰ τείχη πάντα τε ὅπλων ἐπλήρουν καὶ ἀπεμάχοντο ὁμοῦ τοὺς περὶ τὸν Φάννιον ἀπὸ τῆς γῆς ἐνοχλοῦντας καὶ τὸν Κάσσιον τοῖς πρὸς θαλάσσῃ τείχεσι τὸ ναυτικὸν οὐκ ἀνέτοιμον ἐς τειχομαχίαν ἐπαγαγόντα: ἐλπίζων γάρ τι τοιοῦτον ἐπεφέρετο πύργους ἐπτυγμένους, οἳ τότε ἀνίσταντο. Ῥόδος μὲν δὴ δύο πείραις καμοῦσα ἔκ τε γῆς καὶ θαλάσσης ἐπολιορκεῖτο: καὶ οὐδέν, ὡς ἐν ἔργῳ ταχεῖ καὶ ἀδοκήτῳ, παρεσκεύαστο αὐτοῖς ἐς πολιορκίαν. ὅθεν ἦν εὔδηλον ἁλώσεσθαι τάχιστα τὴν πόλιν χερσὶν λιμῷ: καὶ τάδε Ῥοδίων οἱ συνετώτεροι καθεώρων, καὶ Φάννιος αὐτοῖς καὶ Λέντλος διελέγοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), LO´RYMA
    • Dictionary of Greek and Roman Geography (1854), RHODUS
    • Smith's Bio, Fa'nnius
    • Smith's Bio, Lentulus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: