previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] Κάσσιος Παρμήσιος ἐπίκλην ὑπελέλειπτο μὲν ὑπὸ Κασσίου καὶ Βρούτου περὶ τὴν Ἀσίαν ἐπὶ νεῶν καὶ στρατοῦ, χρήματα ἐκλέγειν. Κασσίου δὲ ἀποθανόντος οὐδὲν ἐλπίζων ὅμοιον ἐν Βρούτῳ, Ῥοδίων ἐπελέξατο νῆας τριάκοντα, ὅσας ἐνόμιζε πληρώσειν, καὶ τὰς λοιπὰς διέπρησε χωρὶς τῆς ἱερᾶς, ἵνα μὴ δύναιντο νεωτερίσαι. καὶ μὲν τάδε πράξας ἀνήγετο ταῖς τε ἰδίαις καὶ ταῖς τριάκοντα, Κλώδιος δὲ ἐκ Βρούτου πεμφθεὶς ἐς Ῥόδον ἐπὶ νεῶν τρισκαίδεκα, τοὺς Ῥοδίους νεωτερίζοντας εὑρών ῾ἐτεθνήκει γὰρ ἤδη καὶ Βροῦτος᾿, ἐξήγαγε τὴν φρουράν, οὖσαν ὁπλιτῶν τρισχιλίων, καὶ ἐς τὸν Παρμήσιον ἐχώρει. ἀφίκετο δὲ αὐτοῖς καὶ Τουρούλιος, ἑτέρας ναῦς ἔχων πολλὰς καὶ χρήματα, ὅσα προεξείλεκτο ἀπὸ τῆς Ῥόδου. ἐς δὴ τὸ ναυτικὸν τοῦτο ὡς ἐς ἤδη τινὰ ἰσχὺν συνέθεον, ὅσοι ἦσαν κατὰ μέρη τῆς Ἀσίας ἐπὶ τῶν ὑπηρεσιῶν, καὶ αὐτὸ ὁπλίταις τε ἐξ ὧν ἐδύναντο ἀνεπλήρουν καὶ ἐρέταις ἐκ θεραπόντων δεσμωτῶν, ἐπιπλέοντες δὲ ταῖς νήσοις καὶ ἀπὸ τῶν νησιωτῶν. ἦλθον δ᾽ εἰς αὐτοὺς καὶ Κικέρων Κικέρωνος καὶ ὅσοι ἄλλοι τῶν ἐπιφανῶν ἐκ τῆς Θάσου διεπεφεύγεσαν. καὶ ταχὺ πλῆθος ἦν καὶ σύνταξις ἀξιόχρεως ἡγεμόνων τε καὶ στρατοῦ καὶ νεῶν. προσλαβόντες δὲ καὶ Λέπιδον μεθ᾽ ἑτέρας δυνάμεως, Βρούτῳ καθίστατο Κρήτην, πρὸς Μοῦρκον καὶ Δομίτιον Ἀηνόβαρβον ἐπὶ μεγάλης δυνάμεως ὄντας ἐς τὸν Ἰόνιον διέπλεον. καὶ αὐτῶν οἱ μὲν ἅμα τῷ Μούρκῳ διέπλευσαν ἐς Σικελίαν καὶ τὴν ἰσχὺν Πομπηίῳ Σέξστῳ συνῆψαν, οἱ δὲ κατέμειναν παρὰ Ἀηνοβάρβῳ καί τιν᾽ αἵρεσιν ἐφ᾽ ἑαυτῶν καθίσταντο.

τοιάδε μὲν ἐκ τῶν λειψάνων τῆς παρασκευῆς Κασσίου τε καὶ Βρούτου πρῶτα συνίστατο,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: