This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] ὁ μὲν οὕτως ἐ̂πεν, ἐς ὀκτὼ καὶ εἴκοσι τέλη πεζῶν τὴν χάριν περιφέρων, ὅτι, οἶμαι, τρία καὶ τεσσαράκοντα ἦν αὐτοῖς, ὅτε ἐν Μουτίνῃ συνηλλάσσοντο ἀλλήλοις καὶ τάδε ὑπισχνοῦντο, ὁ δὲ πόλεμος αὐτὰ ἐς τοσοῦτον ὑπενηνόχει: οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλ᾽ ἐλέου, δόντες δ᾽ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους, οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι. καὶ τέλος παρακαλοῦντες ἔτυχον ἐννέα ἐτῶν φόρους ἐσενεγκεῖν ἔτεσι δύο. βασιλεῦσι δὲ καὶ δυνάσταις καὶ πόλεσιν ἐλευθέραις ἄλλα ἐς τὴν ἑκάστων δύναμιν ἐπετάχθη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.