previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[90] οἰμωγαί τε ἀνὰ τὴν νύκτα πᾶσαν ἦσαν καὶ τῶν οἰκείων μετακλήσεις ἀνά τε τὴν γῆν διαθεόντων καὶ τοὺς ἐν τῇ θαλάσσῃ καλούντων ἐξ ὀνόματος καὶ θρηνούντων, ὅτε μὴ ἐπακούσειαν, ὡς ἀπολωλότας: ἔμπαλίν τε ἑτέρων ἀνὰ τὸ πέλαγος ὑπερκυπτόντων τὸ κῦμα καὶ ἐς βοήθειαν τοὺς ἐν τῇ γῇ παρακαλούντων. ἀμήχανα δὲ πάντα ἦν ἑκατέροις: καὶ οὐχ θάλασσα μόνη τοῖς ἐς αὐτὴν ἐσελθοῦσιν καὶ ὅσοι τῶν νεῶν ἐπεβεβήκεσαν ἔτι, ἀλλὰ καὶ γῆ τοῦ κλύδωνος οὐχ ἧσσον ἦν ἀπορωτέρα, μὴ σφᾶς τὸ κῦμα συναράξειεν ἐπὶ τὰς πέτρας. ἐμόχθουν τε χειμῶνι τῶν πώποτε μάλιστα καινοτρόπῳ, γῆς ὄντες ἀγχοτάτω καὶ τὴν γῆν δεδιότες καὶ οὔτε ἐκφυγεῖν αὐτὴν ἔχοντες ἐς τὸ πέλαγος οὔτε ὅσον ἀλλήλων διαστῆναι: γὰρ στενότης τοῦ χωρίου καὶ τὸ φύσει δυσέξοδον αὐτοῦ καὶ κλύδων ἐπιπεσὼν καὶ τὸ πνεῦμα, ὑπὸ τῶν περικειμένων ὀρῶν ἐς θυέλλας περικλώμενον, καὶ τοῦ βυθοῦ σπασμὸς ἐπὶ πάντα εἱλούμενος οὔτε μένειν οὔτε φεύγειν ἐπέτρεπε: τό τε σκότος ἠνώχλει νυκτὸς μάλιστα μελαίνης: ὅθεν ἔθνῃσκον οὐδὲ καθορῶντες ἀλλήλους ἔτι, οἱ μὲν θορυβούμενοι καὶ βοῶντες, οἱ δ᾽ ἐφ᾽ ἡσυχίας παριέμενοι καὶ τὸ δεινὸν ἐκδεχόμενοι καὶ συνεργοῦντες ἐς αὐτὸ ἔνιοι ὡς ἀπολούμενοι πάντως. γενόμενον γὰρ τὸ κακὸν κρεῖσσον ἐπινοίας καὶ τὴν ἐκ τῶν παραλόγων αὐτοὺς ἐλπίδα ἀφῃρεῖτο, μέχρι ποτὲ ἄφνω τὸ πνεῦμα προσιούσης ἡμέρας διελύετο καὶ μεθ᾽ ἡλίου ἐπιτολὴν πάμπαν ἐμαραίνετο. καὶ τὸ κῦμα ὅμως καὶ τότε, τοῦ πνεύματος ἐκλυθέντος, ἐπὶ πολὺ ἐτραχύνετο. καὶ τὸ δεινὸν οὐδ᾽ ὑπὸ τῶν ἐγχωρίων ποτὲ τηλικοῦτον ἐμνημονεύετο γενέσθαι: γενόμενον δὲ ἔθους τε καὶ νόμου κρεῖσσον διέφθειρε τῶν Καίσαρος νεῶν καὶ ἀνδρῶν τὸ πλέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: