previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[91] δὲ καὶ τῆς προτεραίας ἡμέρας πολλὰ τῷ πολέμῳ βλαβεὶς καὶ δύο τοῖσδε συμπτώμασιν ὁμοῦ συνενεχθεὶς ἐπὶ τὸ Ἱππώνειον εὐθὺς ᾔει διὰ ὀρῶν τῶν νυκτὸς αὐτῆς ἐκείνης κατὰ σπουδήν, οὐχ ὑφιστάμενος τὴν συμφοράν, ἐν μηδὲν εἶχεν ἐπικουρεῖν. καὶ φίλοις καὶ στρατηγοῖς ἐπέστελλε πᾶσι διὰ χειρὸς εἶναι, μή τις αὐτῷ καὶ ἑτέρωθεν ὡς ἐν κακοπραγίᾳ γένοιτο ἐπιβουλή. περιέπεμπε δὲ καὶ ἐς τὴν ἀκτὴν ἅπασαν τῆς Ἰταλίας τὰ παρόντα πεζά, μὴ ἐπιτολμήσειε καὶ τῇ γῇ διὰ τὴν εὐτυχίαν Πομπήιος. δὲ οὔτε περὶ τῆς γῆς ἐνενόησεν οὔτε τοῖς λειψάνοις τοῦ ναυαγίου παροῦσιν ἀπιοῦσι καταστάντος τοῦ κλύδωνος ἐπεχείρησεν, ἀλλ᾽ ὑπερεῖδεν ἐκ τῶν δυνατῶν διαζωννυμένους τὰ σκάφη καὶ ἀνέμῳ διαπλέοντας ἐς τὸ Ἱππώνειον, εἴτε τὴν συμφορὰν ἀρκεῖν οἱ νομίζων εἴτ᾽ ἄπειρος ὢν νίκην ἐπεξελθεῖν εἴθ᾽, ὥσπερ εἴρηταί μοι καὶ ἑτέρωθι, ἐπιχειρεῖν ὅλως μαλακὸς ὢν καὶ μόνον ἐγνωκὼς ἀμύνεσθαι τοὺς ἐπιπλέοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), BRU´TTII
    • Dictionary of Greek and Roman Geography (1854), HIPPO´NIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: