previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[92] Καίσαρι δὲ οὐδ᾽ ἐς ἥμισυ τῶν νεῶν περιεσώθη, καὶ τοῦτο σφόδρα πεπονηκός. καταλιπὼν δ᾽ ὅμως αὐτοῦ τινας ἐπιμελεῖσθαι, ἐπὶ Καμπανίαν ᾔει δυσφορῶν: οὔτε γὰρ ἄλλας ναῦς εἶχεν, δεόμενος πολλῶν, οὔτε χρόνον ἐς ναυπηγίαν, ἐπειγόμενος ὑπὸ τοῦ λιμοῦ καὶ τοῦ δήμου περὶ συμβάσεων αὖθις ἐνοχλήσαντος καὶ τὸν πόλεμον ἐπιτωθάσαντος ως παράσπονδον. χρημάτων τ᾽ ἔχρῃζε καὶ ἠπόρει, Ῥωμαίων οὔτε εἰσφερόντων οὔτε τοὺς πόρους ἐώντων, οὓς ἐπινοήσειε. δεινὸς δὲ ὢν ἀεὶ τὸ συμφέρον συνιδεῖν ἔπεμπε Μαικήναν ἐς Ἀντώνιον, μεταδιδάξοντα περὶ ὧν ἔναγχος ἐπεμέμφοντο ἀλλήλοις, καὶ ἐς συμμαχίαν ὑπαξόμενον. εἰ δὲ μὴ πείσειεν, ἐπενόει τοὺς ὁπλίτας ὁλκάσιν ἐπιβήσας ἐς Σικελίαν περαιοῦν καὶ τὴν θάλασσαν μεθεὶς κατὰ γῆν πόλεμον συνίστασθαι. οὕτω δ᾽ ἀθύμως ἔχοντι αὐτῷ ἀγγέλλεται Ἀντώνιος συνθέμενος συμμαχήσειν καὶ νίκη κατὰ Κελτῶν τῶν Ἀκυιτανῶν ἐπιφανής, ἣν Ἀγρίππας ἄγων ἐφάνη. οἵ τε φίλοι καὶ τῶν πόλεών τινες αὐτῷ ναῦς ὑπισχνοῦντο καὶ ἐποίουν.

μὲν δὴ καὶ τῆς λύπης ἀνίη καὶ λαμπροτέραν τῆς προτέρας παρασκευῆς συνεπήγνυτο:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: