previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[101] ἐπινοῶν δὲ πρότερον, ὡς ἐς πάντα οἱ συνοῖσον, ἀνδραγαθίσασθαι, διέδωκε τοῖς συμπλέουσιν, ὅσον εἶχε χρυσίον, καὶ διέπλευσεν εἰρεσίᾳ τρισὶν ἡμέραις πεντακοσίους ἐπὶ χιλίοις σταδίους καὶ τοῖς προφύλαξι τῶν ναυπηγουμένων Καίσαρι νεῶν οἷα σκηπτὸς ἀφανῶς ἐμπίπτων καὶ ἐς ἀφανὲς ἀναχωρῶν ᾕρει κατὰ δύο καὶ τρεῖς ναῦς τῶν φυλακίδων καὶ τὰς ὁλκάδας, αἳ τὸν σῖτον ἔφερον, ὁρμούσας παραπλεούσας κατέδυεν ἀνεδεῖτο ἐνεπίμπρη. θορύβου δὲ πάντα μεστὰ διὰ Μηνόδωρον ἦν, Καίσαρος ἀπόντος ἔτι καὶ Ἀγρίππα: καὶ γὰρ οὗτος ἐπὶ ὕλην ἐπεπόρευτο. γαυρούμενος δὲ Μηνόδωρος ἐξώκειλέ ποτε τὴν ναῦν ἑκὼν ἐς ἕρμα γῆς ἁπαλὸν σὺν καταφρονήσει καὶ ὑπεκρίνετο αὐτὴν ὑπὸ τοῦ πηλοῦ κατέχεσθαι, μέχρι, τῶν πολεμίων ἐκ τῶν ὀρῶν καταθορόντων ὡς ἐπὶ Μηνοδώρου θήραν ἕτοιμον, ἀνακρουσάμενος ᾤχετο σὺν θαύματι.

ὡς δὲ ἱκανῶς ἐπεδέδεικτο, οἷος ἐχθρός τε καὶ φίλος εἴη, Ῥέβιλον μὲν ἑλών, ἄνδρα ἀπὸ βουλῆς, μεθῆκε, μνώμενος ἤδη τὸ μέλλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: